[ ] Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — Rom. Imp. period — TAM II,2 495
See also:
1 Ξ̣ανθίων ἡ βουλὴ καὶ ὁ [δῆμος]
ἐτείμησεν χρυσῷ στε[φάνῳ]
καὶ εἰκόνι χαλκῇ Τιβέριον Κ[λαύ]-
διον Τιβερίου Κλαυδίου Ἰά[σο]-
5 νος υἱὸν Κυρείνα Ἀγριππεῖν[ον]
[Ῥ]ωμαῖον καὶ Παταρέα καὶ Ξάνθι[ον]
καὶ Μυρέα, πολιτευόμενον δὲ καὶ ἐν ταῖς κατὰ [Λυ]-
κίαν π̣όλ̣εσι πάσαις, τὸν ἀρχιερέα τῶν Σεβαστῶ[ν καὶ]
[γ]ραμ̣μ̣ατέα Λυκίων τοῦ κοινοῦ, ἀρχιερατεύσα[ντα δὲ]
10 τῶν Σεβαστῶν καὶ ἀγωνοθετήσαντα ἐν τῇ ἠγμ[ένῃ]
π̣ανηγύρει ἐν τῷ παρ’ ἡμεῖν ἁγιωτάτῳ ἱερῷ τῆς Λη-
[τ]οῦς εὐσεβῶς καὶ φιλο[δ]όξως, ποιησάμενον δὲ καὶ
[ἀρ]γ̣υρικὰς τῇ πό[λ]ει καὶ τῷ ἔ̣θνει ἐπιδόσεις, τετειμη-
[μ]έ̣νον καὶ ὑπὸ [Λυκίων τ]οῦ κοινοῦ ταῖς πρώταις
15 [καὶ] δ̣ευτέραις καὶ τρίταις τειμαῖς καὶ ὑπὸ τοῦ κο[ι]-
[νο]ῦ τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων καὶ ὑπὸ τῶν ἐ[ν]
[Π]α̣μφυλίᾳ πόλεων, προγόνων ὑπ̣[άρ]χοντα
[σ]τρα̣τηγῶν καὶ ναυάρχων, ἄ[ν]δρα
[μ]εγαλόφρονα, χρηστόν, λό[γ][κ]αὶ
20 [ἤθ]ε̣ι̣ [κ]αὶ δικαιοσύνῃ διαφέρον̣[τα],
[ἀρετ]ῆ̣ς ἕνεκεν.
Search Help
Contact Us