[ ] Lycia, W. — Telmessos (Fethiye-Makri) — 181 BC — Clara Rhodos 9 (1938) 190-208 — LSM (1997) 118 Tel 5
1 [βα]σιλεὺς Εὐμένης Ἀρτεμιδώρωι. ἀνεγνώσ-
θη μοι ἃ ὑπογεγράφεις ἐν τῇ εἰσγραφῆι
ᾗ ἀναδέδωκαν οἱ κατοικοῦντες ἐν Καρδά-
κων κώμηι̣. ἐπεὶ οὖν ἐξετάζων εὑρίσκεις
5 αὐτοὺς ἀσθενῶς ἀπαλλάσσοντας τοῖς ἰδίοις διὰ τὸ
τὸν ξύλινον καρπὸν σπάνιον γίνεσ̣θαι καὶ τὴν χώραν λυ̣-
πράν, σύνταξον τήν τε χώραν, ἣν ἠγοράκησαν παρὰ
Πτολεμαίου, τήν τε τιμὴν οὐκ ἔδωκαν διὰ τὸ τοὺς πλείσ̣-
τους διαρρυῆναι αὐτῶν, ἐᾶν ἔχειν καὶ τὸ ἀργύριον μὴ πρᾶ-
10 ξαι, καὶ ἐπεὶ τῆς συντάξεως δεῖ διορθοῦσθαι αὐτοὺς ἑκά̣σ-
του σώματος ἐνηλίκου Ῥοδίας δραχμὰς τέσσαρας ὀβολόν, ἀσ̣—
θενοῦντες δὲ τοῖς ἰδίοις βαρύνονται, τά τε παραγραφόμενα αὐ-
τοῖς ἐκ τοῦ ἑκκαιδεκάτου ἔτους ἐκ τούτων ἀφεῖναι, ἀπὸ δὲ
τοῦ ἑπτακαιδεκάτου ἔτους Ῥοδίαν δραχμὴν καὶ ὀβολόν, καὶ ὅ̣-
15 σους ἂν ἐπεισάγωνται ἐκ τῆς ὑπερορίας ὑπάρχειν πάντων ἀτέ-
λειαν ἐτῶν τριῶν, τοῖς δὲ ἐκχωρήσασιν πρότερον ἐκ τοῦ τό-
που, νῦν δὲ βουλομένοι<ς> ἐπανελθεῖν ἐτῶν δυῶν, ἐπισκευάσα[ι]
δὲ καὶ τὸ προϋπάρχον αὐτοῖς πυργίον, ὅπως ἔχωσιν ὀχύ-
<ρ>ωμα, τὴν μὲν ἄλλην χορηγίαν ἑαυτοῖς παρα̣σ̣χ̣όντων,
20 τεχνίτου δὲ μισθωθέντος α̣ὐτοῦ.
ιζʹ Δίου τετράδι ἀπιόντος.
βασιλεύοντος Ἀντιόχου ἔτους ιθρʹ μηνὸς Ὑπερβερεταί[ου]
[— — — — —συν]εχωρη̣σ— — — —Α̣Κ̣Ε̣Σ̣— — — — — — — — — — — — —
Search Help
Contact Us