[ ]
Car., Rhod.Per. — Mobolla (Muğla) — 188-167 BC? — BCH 10.488,2 — SGDI III,1.4276
| 1 | ἐπ’ ἰερέως Χρυσάορος· |
| ἄρχοντες | |
| Φανόστρατος Ἡφαιστίωνος Ταβηνός, | |
| Λέων Ἀριστέου τοῦ Στράτωνος Λωμεύς, | |
| 5 | Μυωνίδης Διονυσίου Μοβωλλεύς, |
| καὶ γραμματεὺς | |
| Μύρμηξ Διονυσίου Μοβωλλεύς· | |
| ἀγορανόμοι | |
| Δρακοντίδης Ἀρτεμιδώρου Ταβηνός, | |
| 10 | Φάϋλλος Μενάνδρου Λωμεύς, |
| Φάϋλλος Διονυσίου Μνιεσύτης, | |
| ὑπὲρ Σωσικράτευς Σωσινίκου | |
| Ῥοδίου τοῦ ἐπιστάτου εὐνοίας | |
| καὶ δικαιοσύνης ἕνεκεν τῆς | |
| 15 | εἰς αὐτούς· |
| θεοῖς. |