[ ]
Pisid. — Yazilikaya, nr. Çandir
| 1 | τὶν, Φοῖβε Ἄπολλον, τᾶσδε ὃς αἰσυμνᾷς ὁδῶ, |
| λοιβαῖς ὁδειτᾶν ἠνεκὲς τέρπων φρένα, | |
| τὸ βάκτρον ἀντίθημι μουσικὰ πραπὶς | |
| Λεοντιανὸς· τὺ δὲ, μάκαρ, χαίρων δέχευ | |
| 5 | ἐμᾶς ὄχημα χειρὸς ἕρμα γουνάτων, |
| ὁδοιπόρον [σ]κείπωνα, τῷ διάνυον | |
| κέλευθα ἐρείδων χεῖρα, νῦν δ[ὲ] ἐλεύθερον, | |
| ὦ Φοῖβε, πὰρ τὶν τῶν πρὶν ἀμπνύσει πόνων. |