[ ]
Pisid. — Adada (Karabavullu)
1 | Αὐρ. Βιανοριανὸν Ἀβισβι- |
ανὸν Ἀντίοχον τὸν ἀξι- | |
ολογώτατον ἀγωνοθέτ[ην] | |
θέμιδος τρίτης Ἐπινεικί- | |
5 | ου Τυχείου· καθ’ ἃ αὐτὴ μ[ὲν] |
ἐψηφίσατο ἐκ τῶν δη- | |
μοσίων γενέσθαι πόρ[ων] | |
τὸν ἀνδριάντα ἡ πόλις, αὐ- | |
τὸς δὲ ἐκ τῶν ἰδίων ἀνα- | |
10 | λωμάτων ἐποίησεν, μηδὲ |
ἐν τούτῳ βαρήσας τὴν πό- | |
λιν· ἐτείμησε δὲ αὐτὸν | |
τοῖς ἀξίοις ὀνόμασιν, | |
φιλόπατρίν τε καὶ ἀριστέα | |
15 | καὶ ἀγωνοθέτην ἀναγορεύ- |
σασα. |