[ ] Pisid. — Adada (Karabavullu) — CIG 4379ï — IGR 3.365
1 θεοῖς Σ[ε]βαστοῖς καὶ τῇ πατρίδι
Ἀντίοχος Τλ[αμό]ου φιλόπατρις, ἀρχιερεὺς τὸν
Σεβαστῶν τὸ [β(?), κ]τίστης, υἱὸς πόλεως, πρόβουλος,
τὸ δʹ, καὶ Ἄννα [Ὅ]πλωνος, ἡ γυνὴ αὐτοῦ, ἀρχιέρεια,
5 καὶ Τλαμόας καὶ Ἀντίοχος, οἱ υἱοὶ αὐτῶν, φιλοπάτρι-
δες, τὸ ἄγαλμα τῆς Ἀφροδίτης καὶ τὸν ναὸν σὺν
τῷ περὶ αὐτὰ παντὶ κόσμῳ καὶ τῇ συστρ[ώ]σει κα-
         θιερώσαντες ἀνέθηκαν.
Search Help
Contact Us