[ ]
Argeia — Argos — Roman period
1 | Ὀνησίφορον Ὀ- |
νησιφόρου ἀγων[ο]- | |
θετήσαντα Ἡραῖα καὶ Ν̣[έ]- | |
μεια σεμνῶς καὶ δικαί- | |
5 | ως καὶ μεγαλοψύχως ἑσ- |
τιάσαντά τε πανδημεὶ πάν- | |
τ<α>ς ἐλευθέρους καθ’ ἕκα- | |
στον ἀγῶνα ἐπὶ ἡμέρας | |
δύω καὶ δόντα ἐπὶ δὶς | |
10 | τοῖς μὲν πολείταις κα- |
τ’ ἄνδρα δην(άρια) δʹ, τοῖς δὲ | |
λοιποῖς ἐλευθέροις ἀν[ὰ] | |
δην(άρια) βʹ, τό τε ἔλαιον θέντ[α] | |
ἐν παντὶ γυμνασίῳ | |
15 | καὶ βαλανείῳ ἀδεῶς |
ἀπὸ πρωΐας ἄχρι ἡλίου | |
δύσεως παντὶ ἐλευ- | |
θέρῳ καὶ δούλῳ ἐκ τῶν ἰ- | |
δίων ἡ φυλὴ τῶν Π[αμφυ]- | |
20 | λ[ᾶν]. |