[ ]
Argeia — Argos — ca. 331-307 BC
1 | μ̣ατρ[όπο]λ̣ίς μοι χθὼν Πέλοπος τὸ Πελαζγικὸν Ἄργος, |
Πνυταγόρας δὲ πατὴρ Αἰάκου ἐκ γενεᾶς· | |
εἰμὶ δὲ Νικοκρέων, θρέψεν δέ με γᾶ περίκλυστος | |
Κύπρος θειοτάτων ἐκ προγόνων βασιλῆ, | |
5 | στᾶσαν δ’ Ἀργεῖοί με χάριν χαλκοῖο τίοντες, |
Ἥραι ὃν εἰς ἔροτιν πέμπον̣ [ἄε]θλα νέοις. |