[ ] Pisid. — Termessos (Güllük Dağı)
1   Αὐρηλία Μορσανδα, Ἑρμαίου Οπλεους θυγάτηρ, τὴν σωμα-
τοθήκην ἑαυτῆ καὶ τῶ ἀνδρὶ αὐτῆς Αὐρηλίω Μελησάνδρω
                 Ἑρμαίου Ποτά-
                  μωνος· ἑτέρω δὲ
5                   οὐδενὶ ἐξέσται
                  μετ’ αὐτοὺς ἐπι-
                  θάψαι τινά, ἐπεὶ
                  ὁ πε̣ι̣ράσας ἐκτεί-
                  σει Διὶ Σολυμεῖ
10                 δηνάρια πεντακισχείλια.
Search Help
Contact Us