[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Αὐρ(ήλιος) Ζωτικὸς Αὔλου |
| τὴν σωματοθήκην | |
| ἑαυτῶ καὶ Πλωτείνη, τῆ μη- | |
| τρί, καὶ Μηνιάδι, τῆ ἀδελφῆ, μό- | |
| 5 | νοις· οὐδενὶ δὲ ἑτέρω ἐξέσ- |
| ται ἐπιθάψαι τινά, ἐπεὶ ὁ πει- | |
| ράσας ἐκτέσει Διὶ Σολυμεῖ | |
| δραχμ̣ὰς φʹ, παντὸς ἔχον- | |
| τος ἐξουσίαν ἐκδ[ικ]εῖν | |
| 10 | ἐπὶ τῶ ἡμίσ[ει]. |