[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Αὐρ(ηλία) Γῆ Ἑρ(μαίου) Οπλεους πρό̣ρησιν τίθεται μηδενὶ |
| ἐξεῖναι ἀνῦξαι τὴν σωματοθήκην ἢ ἐπι- | |
| θάψαι τινὰ διὰ τὸ μόνοις τοῖς γενομένοις | |
| αὐτῆς γονεῦσιν Ἑρμαίω καὶ Οα καὶ τῶ προμοίρω αὐτῆς | |
| 5 | ἀδελφῶ Οπλη τὸ ἡρῶον κατεσκευάσθαι· ἐὰν δέ̣ τις πειρά- |
| ση̣, ἐκτείσει τῶ τε δήμω τῶ Τερμησσέων καὶ τῶ ἱερω- | |
| τάτω ταμείω δηνάρια | |
| μύρια πεντακισχείλια. |