TAM III,1 366
[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρη(λία) Ἀτταλὶς Ἑρ(μαίου) τὴν σωματοθήκην ἑ̣α̣[υ]τῆ καὶ τ̣ῶ̣
προενειμένω αὐτῆς γαμβρῶ Ἀσκληπιάδη καὶ τ̣ῆ̣ [θυ(γατρὶ)]
              αὐτῆς Αρτεμει· μ̣ε-
              τὰ δὲ τὴν θέσιν αὐ-
5               τῶν οὐδενὶ ἐξέσ-
              ται ἀνῦξ̣αι ἢ ἐπιθά-
              ψε τινά, ἐπεὶ ὁ πει-
              ράσας ἐκτείσει τῶ
                 δή̣μ̣ω (δην.) ͵α.
Search Help
Contact Us