[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Αὐρ(ήλιος) Ἀρτέμων Ἑρμαίου τὴν σωματοθήκην ἑαυτῶ καὶ τῆ γυναικὶ |
| αὐτοῦ Αὐρ(ηλία) Μηνιάδι Κενδεου· ἄλλω δὲ οὐδενὶ ἐξέσται ἐπιθάψαι τινά, | |
| ἐπεὶ ἐκτείσει τῶ ἱερωτάτω ταμείω δηνάρια δισχείλια πεντακόσια, | |
| παντὸς ἔχον- | |
| 5 | τος ἐξουσίαν |
| ἐκδικεῖν ἐπὶ | |
| τῶ ἡμίσει· ἔσ- | |
| ται δὲ αὐτῶ καὶ | |
| πρὸς τοὺς κα- | |
| 10 | τοιχομένους. |