[ ] Pisid. — Termessos (Güllük Dağı)
1 [Αὐρ(ηλία) Α]ρτεμεις, Τρ(οκονδου) Μασαντος θυ(γάτηρ), πρόρησιν τίθεται μηδενὶ ἐξεῖναι ἀνῦξαι τὰς ἐπικειμέ-
[νας ἐν τ]ῶ ἡρώω σωματοθήκας ἢ ἐπιθάψαι τινὰ αὐταῖς διὰ τὸ μόνοις Τι(βερίω) Κλ(αυδίω) Περικλεῖ καὶ Μεττία
Αρμαστα, τοῖς κηδεσταῖς αὐτῆς, καὶ Τι(βερίω) Κλ(αυδίω) Χαριδήμω, τῶ γενομένω ἀνδρὶ αὐτῆς, καὶ Περικλεῖ καὶ
Ποσειδωνίω καὶ Αρμαστη, τοῖς Χαριδήμου καὶ αὐτῆς τέκνοις, καὶ Αρμαστη, τῆ ἐκγόνη αὐτῆς, τὸ
5 ἡρῶον καθωσιῶσθαι· ἐὰν δέ τις πειράση, ἐκτείσει τῶ δήμω τῶ Τερμησσέων (δην.) μ(ύρια) καὶ ἔσται αὐτῶ καὶ πρὸς
               τοὺς κατοιχομένους.
Search Help
Contact Us