[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Αὐρ(ηλία) Αρτεμεις Θόαντος Ἑρμαίου δὶς Κοττεους τοῦ καὶ |
| Κρατέρου τὴν σωματοθήκην ἑαυτῆ· ἑτέρω δὲ οὐδενὶ ἐξέσται | |
| ἐπιθάψαι εἰς τὴν σωματοθήκην· εἰ δὲ μή, ὁ παρὰ ταῦτά τι ποι- | |
| ήσας ἔσται ὑπεύθυνος τῆ γλυκυτάτη πατρίδι ἀργυρίου μυρία | |
| 5 | δέκα. |