[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αρμαστα, Μουσαίου θυ(γάτηρ), χή(ρα), ἀπε(λευθέρα) καὶ πά(ροικος), τὴν σω-
ματοθήκην ἑαυτῆ καὶ τῆ ἀνατραφείση ὑπὸ αὐ-
τῆς Ἀφροδεισία Κλήμεντος, γενομένη γυναικὶ
            Σύρου Α̣ρ(τειμου). Π̣α̣[ρέσ]χικε κη̣-
5             δεύε̣ιν̣ ἐν αὐτῆ καὶ Σύρω Αρ(τειμου),
            τῶ γαμβρῶ αὐτῆς, ἄλω δὲ
            μηδενί, ἐπεὶ ἐκτεί-
            σει Διὶ Σολυμεῖ (δην.) ͵α̣σʹ
            ἀκολούθως καὶ ἧ
10             πεποίηται σημει-
                ώσει.
            καὶ Α̣ρμ̣αστα̣, Μ̣α̣κ̣ε̣[δ]ον̣ί-
            ου θ̣(υγατρί), γυν̣α̣ικὶ [το]ῦ̣ Α̣ρ̣τ[ει]μ̣ου.
Search Help
Contact Us