[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Αὐρ(ήλιος) Ἀθηναγόρας Διοτείμου τὴν σωματοθήκην̣ |
[ἑ]αυτῶ καὶ τῆ γυ(ναικὶ) αὐτοῦ Αὐρ(ηλία) Διοτείμη Φιλέρωτος· ἑτέρω δὲ οὐδενὶ ἐξέστ[ε] | |
ἀ̣νῦξε ἢ ἐπιθάψε τινά, ἐπεὶ ὁ πειράσας ἐκτείσει Διὶ Σολυμεῖ (δην.) φʹ. |