[ ] Pisid. — Termessos (Güllük Dağı)
A.1 Τβημης Τροκονδου Θό(αντος) προ(βούλου)
Μολεους δὶς Ἰάσο̣[νος]
ἀγορανο̣μήσ[ας ἀνέστη]-
I.4 σεν.    ααα[αα      ε        Διὸς Ὀλυμπίου].
5 [χ]ε̣ίους δ’ εἰ πείπτον[τας ὁρᾶς ἅμα πάντας ὁμοίως(?)],
Ζεὺς ἀ̣γα̣θὴν βουλὴν σῆ̣[σι φρεσίν, ὦ ξένε, δώσει]·
δώσει δ’ εὐφροσύνην ἔργοι̣[ς, ἀνθ’ ὧν σὺ χαρήσει]·
[ἀλλ]’ Ἀ̣φροδείτην εἱλά̣σκου καὶ̣ [Μαιάδος υἱόν].
II.9         [αααα]γ     ζ       Ἀθηνᾶς Ἀ̣ρε̣[ίας].
10 [τέσσαρε]ς ε̣ἰ χεῖοι κα̣ὶ τρεῖος εἶς πεί[πτωσιν],
[ἔχθρα]ν κα̣ὶ κα̣κότητα̣ φυγὼν ἥξεις π̣[οτ’ ἐς ἆθλα]·
[ἥξεις κα]ὶ δώσει σοι θεὰ̣ γλα̣υκῶπις Ἀ̣θήν̣[η]·
[βουλ]ὴ̣ δ’ ἔ̣σται σοι κα̣τα̣θύμιο[ς], ἣν ἐπιβά̣λλ̣[η].
III.14          δα̣α̣α̣α      η        Μοιρῶν Ἀ̣δ̣[αμάσ(?)]τω[ν].
15 [τέσσαρ]α̣ εἷς πείπτων κα̣ὶ χεῖοι τέσσα̣ρες ἑξῆ[ς]·
[πρ]ᾶ̣ξιν, ἣ̣ν πρά̣σσεις, μὴ πρᾶ̣σσε· οὐ γὰ̣ρ ἄ̣μειν[ον]·
[ἀμφ]ὶ δ̣ὲ κά̣μνοντος χα̣λεπὸν καὶ ἀ̣μήχα̣νον ἔσ[ται]·
εἰ δὲ ἀ̣ποδημήσεις χρόνον, οὐδὲν κα̣κὸν ἔστ[αι].
IV.19          γγαα̣α̣      θ       ’Α̣ετοῦ Διός.
20 [εἰ δέ κ]ε̣ πείπτωσιν [δύ]ο τρεῖοι, τρεῖς δ’ ἅ̣μα̣ χεῖοι̣,
α̣ἰετὸς ὑψιπετὴς ἐπὶ δεξιὰ̣ χειρὸς ὁδείταις
δώσει μα̣ντεία̣ν ἀ̣γα̣θήν· σὺν Ζηνὶ μεγίστω
τε̣ύξη, ἐφ’ ἣν ὁρμᾶ̣ς πρᾶ̣ξιν, μηθὲν δὲ φοβηθῆς.
V.24          [ϛα]α̣α̣[α] ι        Δα̣ίμονος Μεγίστου.
25 ἑξείτ̣ης μοῦνος καὶ χεῖοι τέσσα̣ρες ἑξῆς·
δα̣ίμονι, ἥντιν’ ἔχεις, εὐχὴν ἀποδόντι σο̣ι ἔστα̣ι
[β]έλτιον, εἰ μέλλεις πράσσειν, κα̣τὰ̣ νοῦν ἃ̣ μεριμνᾶ̣ς·
Δημή̣τη̣ρ γά̣ρ̣ [σ]ο̣ι κα̣ὶ Ζεὺς σωτῆ̣ρες ἔσοντα̣ι.
VI.29          α̣α̣α̣δγ     [ι]       Τ̣ύχης Εὐδα̣ιμονιζούσης.
30 ε̣ἰ δέ κε τρεῖς μ̣ὲν χε̣ῖοι, εἷς τέσσα̣ρα̣, τρία̣ ὁ πέμπτος,
τὴν πρᾶ̣ξιν μὴ πρ̣ά̣ξ̣ης, ἣν βούλει νῦν ἀ̣νύειν σύ·
[τόν] τ̣ε̣ ἐ̣ν νούσω ἐόντα θεοὶ κα̣τέχουσι σεα̣υτὸν
τόν [τ]ε πόνον λύσουσι θεοὶ κα̣ὶ οὐθὲν κα̣κὸν ἔστα̣ι.
VII.34          γγγαα      ια       Νείκης.
35 εἰ δέ̣ κ̣ε̣ τρεῖς τρία̣ πείπτωσιν, χεῖοι δὲ δύο ἄ̣[λλ]οι,
κερ̣δήσεις, λήμψη δ’, ἃ̣ θέλεις, τὰ δὲ πά̣ντ’ ἐπιτεύ[ξη]·
[τειμητό]ν̣ σ’ ἐτίθει δα̣ίμων ἐχθρῶν [τε] κρα̣τή̣σει[ς],
[βουλὴ δ’ ἔσ]τε σοι κατα̣θύμιος, ἣν ἐπιβάλλη.
VIII.39          δ̣δα̣αα      ια       Νείκης Ἱλα̣ρᾶς
40 [εἰ δέ κ]ε πείπτωσιν δύο τέσσαρα̣, τ̣ρεῖς δ’ ἅ̣μα̣ χεῖο[ι],
[τὴν] πρᾶξιν πᾶ̣σα̣ν πρᾶσσε, ἔστ̣α̣ι γάρ ἄ̣μεινον̣·
[τόν τ]ε ἐν̣ ν̣ούσω ἐόντα θ̣εοὶ σώζ̣ουσ’ ἀπὸ ταύτ[ης]
[καὶ τὸν] ἐ̣ν ἄ̣λλω δήμω ἐόντα ἥξειν θεὸς αὐδ[ᾶ].
IX.44         [δα]α̣γγ     ιβ      Ἀσκληπιοῦ.
45 [τέσσ]α̣ρα̣ δὲ εἷς πείπτων, χεῖοι δύο κα̣ὶ̣ δύο τρ̣[εῖοι]·
[πράξει μὲ]ν χειμὼν ἐνκείσετα̣ι χε̣ιμέ̣ριό[ς σοι]·
[τῶ τ’ ἐν ν]ούσω ἐόντι πόνον λύσειν θεὸς α̣ὐδ[ᾶ]
[τόν τ’] ἀ̣πόδημον ἐόντα θεοὶ σώσουσιν ἐς [οἴκους].
X.49         [ααα]ϛγ    ιβ       Τύχης Κυβερνώσης.
50 [τ]ρεῖς χεῖοι καὶ ἑξείτης, πένπτος δὲ ὁ τρεῖος·
[μήπω] σπεῦδε μ̣ο̣λ̣ε̣ῖν· οὐκ ἔστι μ̣ο̣λ̣ό̣ν̣τ̣ι̣ [ἄμεινον]·
[εἰ δ]ὲ κενοσπού̣δως χ̣ρ<ήσ>ει̣ς̣, σ̣α̣υτὸν μέγα βλά̣[ψεις]·
[ἐπιμ]ε̣ί̣ν̣α̣ν̣τ̣ι δὲ καιρὸς̣ ἄ̣μ̣ε̣μ̣π̣τ̣ο̣ς̣ πᾶ̣ν τ’ ἐπιτ̣[εύξη].
XI.54         [αα]α̣ϛδ    ιγ      ’Αφροδείτης
55 τρεῖς χεῖοι καὶ ἑξείτης καὶ τέσσα̣ρα πένπτος·
στέλλε, ὅπου χρήζεις· χα̣ίρων εἰς οἶκον ἀ̣[φίξη]
εὑρὼν κα̣ὶ πράξας, ὅσσα̣ φρεσὶ σαῖσι μενοι[νᾶς].
Κύπρις γὰ̣ρ φιλέει σε, Διὸς θυγάτηρ φιλομειδή̣[ς].
XII.59          α̣γγγγ      ιγ       Διὸς Κα̣ταιβα̣του̣.
60 [εἷς χεῖο]ς, τρεῖοι δὲ τέσσα̣ρες εἰ πείπτωσι̣ν̣,
[εἰς] π̣ρ̣ᾶ̣ξ̣ιν̣ πᾶ̣σαν ἀ̣γα̣θὸς κ̣α̣ὶ ἑτοῖμος ἐπ’ ἔργον̣·
[τόν] τ̣’ ἐ̣ν νούσω ἐόντα̣ θεοὶ σώζουσιν ἑτοίμως
[καὶ π]ερὶ τῶν ἄλλων μαντειῶν ἐστι καλῶς σ̣[οι].
C.XXVIII.1          αδ̣δδδ      ιζ       Νεμέσεως.
εἰ δέ κεν̣ εἷς ἦ χεῖος, ἐφεξῆς τέσσαρα πάντες,
[ν]ῦ̣ν̣ σοι πά̣ντα̣ τελεῖ δαίμων κα̣ὶ εἰς ὀρθ[ὸν ὁδ]η̣γεῖ·
[πράξ]εις πά̣[ν]τ̣α̣ κ̣α̣τὰ̣ νοῦν, μηκέτι τρῦχε σεαυτόν·
5 [ἐντεύξη σύ τ]ε ἀμέμπτως, ὧν ἐπιθυμεῖς.
XXIX.6         [ϛϛααδ    ιη]     ’Αδραστείας.
[εἰ δὲ δύ’ ἑξεῖται], χεῖοι δυο, τρεῖος ὁ πέμπτος,
[τὴν πρᾶξιν πρᾶ]σ̣σε· πρά̣ξε̣[ι γὰ]ρ ἐπέσται ὁ Καιρός·
[ἐν γενέσει χα]λ̣επὸν κα[ὶ ὁ κ]ι̣νδυνος παράκειται·
10 [καὶ περὶ τῶν ἄλ]λων μαντ̣ε̣ιῶν ἐστι καλῶς σοι.
XXX.11         [αϛδδγ      ι]η     Διὸς Κεραυνίου.
[χεῖος καὶ ἑξε]ίτης, δύο τέ̣[σ]σαρα καὶ τρεῖος ὁ πέμπτος·
[οὐκ ἔστιν πρ]ά̣σσον̣[τι κατὰ γ]νώμην, ἃ μεριμνᾶ̣ς·
[οὔτε γὰρ ἐν ἄλλω δήμω ἰέναι] σύμφορ̣όν ἐ̣στιν
15 [οὔτ’ ὠνούμενος αἰσθήση, ἧ ὀνή]σ̣ι̣μον ἔσται.
XXXI.16         [δδδγγ       ιη      Δαίμονος Ἱ]κεσίου
[τέσσαρα δὲ ἢν τρεῖς ὧ]σ̣ι, δύο τρεῖοι, τά̣δε φράζει·
[οὔ σοι ὁρῶ βουλὴν τήνδε] ἀσφαλῆ, ἀλλ’ ἀ̣νά̣μεινον·
[εὖ πράξεις, ἔσται δὲ] τ̣ύχη̣ μετὰ ταῦτα· τὸ νῦν δὲ
20 [ἥσυχος ἧσο, θεοῖς] πείθου κα̣ὶ ἐ̣φ’ ἐλπίδος ἴσθι.
XXXII.21         [ϛγγγγ]     ι̣η̣     Ἀγαθοῦ Χρόνου.
[ξείτη τέ]σ̣σα̣ρες ὄντες ὁμοῦ τρεῖοι· χρησμὸς ὅδ’ α̣ὐδ[ᾶ]·
[μὴ σπεύ]σης, δαίμων γὰρ ἀνθίσταται, ἀλλ’ ἀνάμεινον
[μηδ’ ὥ]ς τίς τε λέων τυφλὴ̣ν ἐκύησε λοχείην·
25 [ἥσυ]χ̣α βουλεύου καί σοι χαρίεντα τελεῖται.
XXXIII.26          ϛϛαγγ     ιθ      Ἐλπίδος Ἀ̣γαθῆς.
ἑξεῖτα̣ι δύο κα̣ὶ χεῖος καὶ δύο τρεῖοι· τάδε φράζει·
εὔοδά̣ σοι πάντ’ ἐστὶ καὶ ἀσφαλῆ, περὶ ὧν μ’ ἐπερωτᾶς·
μηδὲ φοβοῦ· δαίμων γὰρ ὁδηγήσει πρὸς ἅπαντας·
30 παύσει γὰρ λύπης χαλεπῆς, λύσει δ’ ὑπόνοιαν.
XXXIV.31          δδδϛα      ιθ      Διὸς Κτησίου.
τ̣έσσαρα τρεῖς, μοῦνος δ’ ἑξείτης, χεῖος δὲ ὁ πέμπτος·
θα̣ρσῶν ἐνχείρει καὶ ἐφ’ ἐλπίδος ἐστὶν ὁ χρησμός,
ὦ ξένε· μα̣νύει καὶ τὸν νοσέοντα σεσῶσθαι·
35 εἰ δέ τι μαντεύη̣ χρέος, ὃ χρήζεις, ἀπολήμψη.
XXXV.36          γδδδδ       ιθ     Ἑρμοῦ Κερδεμπόρου.
εἰ δέ κεν εἷς πείπτῃ τρεῖος καὶ τέσσαρα ἄλλοι,
Ζεὺς ἀγαθὴν βουλὴν σαῖσι φρεσίν, ὦ ξένε, δώσει·
ὧν ἕνεκ’ ἔστα̣ι πά̣ντα̣ κα̣λῶς, ἐπιτεύξη, ἃ βούλει,
40 ε̣ὑρήσεις δ’, ὅσα μαντεύη, καὶ οὐθέν σοι κακὸν ἔσται.
XXXVI.41          γγγϛδ      ιθ      Νείκης.
τ̣ρεῖς τρία, μοῦνος δ’ ἑξείτης καὶ τέσσαρα ὁ πέμπτος·
μαντείαν ἀγαθὴν ἔπι εἶ, ξένε· τὴν δὲ νοήσας
πρά̣ξεις, ὅσσα θέλεις, καὶ συνλήμπτωρ θεὸς ἔστα̣ι·
45 νεικήσεις, καρποὺς λήμψη καὶ πάντ’ ἐπιτεύξη.
XXXVII.46          δδδδδ       κ       Μοιρῶν Ἀδυσωπή̣των.
ε̣ἰ̣ δέ κε τέσσαρα πάντες ὁμοῦ πείπτωσιν ὁμοῖοι,
[ἠέ]λιός τε δέδυκ̣εν, ἐφέστη̣κεν δολόμητις,
[πά]ντα̣ δ̣’ ἀμ̣αυροῦται· παῦσα̣ι, περὶ ὧν μ’ ἐπερωτᾶς·
50 [ο]ὔτε γὰ̣ρ ὠνεῖσθα̣ί τί σοι λώϊον οὔτ’ ἀποδόσθαι.
XXXVIII.51          δγϛϛα̣     κ       Νεμ̣έσεως.
τέσσα̣ρα̣ κα̣ὶ τρεῖος, δύο δ’ ἑξεῖτα̣ι καὶ χεῖος ὁ πέμπτος·
μ̣ὴ πρᾶξιν ταύτην, ξένε, πράξης· οὐκ ἔστι σοι ἐσθλή·
τ̣όν τ’ ἐν νούσω ἐόντα ἀρήξειν θεὸς αὐδᾶ·
55 ε̣ἰ δὲ φόβος τις ἔπεστιν, οὐκ ἔσται σοι κακὸν οὐθέν.
XXXIX.56          ϛγγδδ      κ       Διοσκόρων Κηδεμόνων.
μοῦνος δ’ ἑξείτης, τρεῖοι δύο, τέσσαρα̣ δ’ οἱ ἄλλοι·
οὐκ ἔστιν σπεύδοντα̣ τυχεῖν, ὅσα καιρὸς ἀνώγει·
κέρδος ἔχεις, πάντη δ’ ἐστὶν φόβος ἐκ κακότητος·
60 δύσμορος ἡ πρᾶ̣ξις, μοχθηρὰ δὲ πάντα· φύλαξα̣ι.
XL.60a {²deest.}²
XLI.61          ϛϛδδα     κα      Δήμητρος.
Δισσοὶ δ’ ἑξεῖται, δύο τέσσαρα, πέμπτος ὁ χεῖος·
εὔοδά̣ σοι πάντ’ ἐστὶ καὶ ἀσφαλῆ, περὶ ὧν μ’ ἐπερωτᾶς·
μηδὲ φοβοῦ· δαίμων γὰ̣ρ ὁδηγήσει πρὸς ἅπαντας·
65 πα̣ύσει γὰ̣ρ λύπης χαλεπῆς, λύσει δ’ ὑπόνοιαν.
D.XLII.1          δδδϛγ      κα     Ἡλίου Φωσφ̣όρου.
τέσσαρα τρεῖς, μοῦνος δ’ ἑξείτης καὶ τρεῖος ὁ πέμπτο̣[ς]·
ὅσσα θέ̣λεις, πράξεις, εὑρήσεις, ὅσσα̣ μεριμνᾶ̣ς·
ἐνχείρει̣, ξένε, θαρσήσα̣ς· πάντ’ ἐστὶν ἑτοῖμα̣·
5 τἀφανές ε̣ὑρήσεις, σωτήριον ἦμα̣ρ̣ ἀ̣π̣α̣ντᾶ̣ς.
XLIII.6          γγγϛϛ     κ̣α      Τύχης εἰς καλὰ προβιβαζούσης.
τρεῖς τρία πείπτοντες, δύο δ’ ἑξεῖτα̣ι· τάδε φράζει·
εἰσὶ καλαὶ πρά̣ξ̣ε̣ι̣ς̣, σπεύδειν δέ σε χρησμὸς ὅδ’ αὐδᾶ·
ἐκφεύξη γὰ̣ρ̣ νούσου χαλεπῆς πά̣ντων τε κρατήσεις
10 καὶ τὸν ἀλώμενον ἐν ξενίη χώρη ἥξειν θεὸς αὐδᾶ.
XLIV.11          α̣ϛϛϛγ    κβ      Μοιρῶν.
εἷς χεῖος, τρεῖς δ’ ἑξεῖται, πέμπτος τρία πείπτων·
εἰς στόμα μὴ δῶς χεῖρα λύκω, μή σοί τι γένηται·
δυσχερές ἐστιν πρᾶγμα, περὶ οὗ πεύθη, καὶ ἄπιστον·
15 ἀλλ’ ἡσύχιος μένε, φήσας ὁδοῦ καὶ ἀ̣γορασμοῦ.
XLV.16          δδδδϛ      κβ      Ποσειδῶνος.
τέσσαρα δ’ εἰ πείπτωσιν πά̣ντες, εἷς δ’ ἑξείτης, τάδε φρά̣ζει·
εἰς πέλαγος σπέρμα βαλεῖν καὶ γράμματα γράψαι,
ἀμφότερος μόχθος τε κενὸς κα̣ὶ πρᾶ̣ξις ἄπρακτος·
20 μηδὲ βιάζου θνητὸς ἐὼν θεόν, ὅς σέ τι βλά̣ψει·
XLVI.21          δγγϛϛ     κβ     Ἄρεως Θουρίου.
τέσσαρα καὶ δύο τρεῖοι, δύο δ’ ἑξεῖται· τά̣δε φράζει·
μὴ βαῖν’, ἣν μέλλεις, ξένε· τήνδε γὰ̣ρ οὐδείς·
αἴθων ἐσχωρήσι λέων μέγα̣ς, ὃν πεφύλαξο,
25 δεινός· ἄπρακτος χρησμός, ἐπ’ ἠσυχίης ἀνά̣μεινον.
XLVII.26          αϛϛϛδ    κγ     ’Αθηνᾶς.
εἷς χεῖος, τρεῖς δ’ ἑξεῖται καὶ τέσσαρα ὁ πέμπτος·
Παλλάδ’ Ἀθηναίην τείμα καὶ πά̣ντα̣ σοι ἔσται,
ὅσσα θέλεις, καί σοι τὰ̣ δεδογμένα πάντα τελεῖτ[αι]·
30 λύσει δὲ ἐκ δεσμῶν καὶ τὸν νοσέοντα̣ δὲ σώσει.
XLVIII.31          ϛϛδδγ     κγ      Εὐφροσύνης.
εἰ δὲ δύ’ ἑξεῖται, δύο τέσσαρα, τρεῖος ὁ πέμπτος,
στέλλε, ὅπου σοι θυμός, πάλι γὰρ δόμον ἥξεις
εὑρὼν καὶ πράξας κατὰ νοῦν πάντων τε κρατήσεις·
35 εὐφροσύνην ὠνεῖσθαι πωλεῖν τε καὶ οὕτως.
XLIX.36          ϛϛϛγγ    κδ    Ἀπόλλωνος Πυθίου.
ἑξεῖται τρεῖς πείπ̣[το]ντες, δύο δὲ τρεῖοι· τάδε φρά̣ζει·
μίμνειν· μὴ πρά̣[ξ]η̣ς, Φοίβου χρησμοῖσι δὲ πείθου·
ἐν χρόνω καιρὸν τήρει, νῦν δ’ ἥσυχος ἴσθι·
40 μεικρὸν ἐπισχὼν τελέσεις πάνθ’, ὅσσα μεριμνᾶς.
L.41          δδδ̣ϛϛ     κδ      Κρόνου Τεκνοφάγου.
τέσσαρα τρεῖς, δύο δ’ ἑξεῖται· τάδε σοι θεὸς αὐδᾶ·
μίμνε δόμων ἐπὶ σῶν πάλι μηδ’ ἄλλοθι βαῖνε,
μή σοι θὴρ ὀλοὸς καὶ ἀλάστωρ ἐνγύθεν ἔλθη·
45 οὐ γὰρ ὁρῶ τὴν πρᾶξιν ἀσφαλῆ οὐδὲ βέβαιον.
LI.46          δϛϛϛγ    κε      Μητρὸς θεῶν.
τέσσαρα πείπτων εἷς, τρεῖς δ’ ἑξεῖται καὶ τρεῖος ὁ πέμπτος·
θάρσει· καιρὸν ἔχεις· πράξεις, ἃ θέλεις, καιροῦ τ’ ἐπιτεύξη̣
εἰς ὁδὸν ὁρμηθῆναι· ἔχεις καιρόν τιν’ ὁ μόχθος·
50 ἔργον τ’ ἐνχειρεῖν ἀγαθὸν καὶ ἀγῶνα δίκην τε.
LII.51          ϛϛϛϛα   κε      Μηνὸς Φωσφόρου.
τέσσαρες ἑξεῖται, πέμπτος χεῖος· τάδε φράζει·
ὡς ἄρνας κατέχουσι λύκοι κρατεροί τε λέοντες
βοῦς ἕλικας, πάντων τούτων καὶ σὺ κρατήσεις
55 καὶ πάντ’ ἔσταί σοι, ὅσ’ ἐπερωτᾶς, σὺν Διὸς Ἑρμῆ.
LIII.56          ϛϛϛδδ    κδ      Διὸς Καταχθονίου.
τρεῖς δ’ ὅταν ἑξεῖται, δύο τέσσαρα, χρησμὸς ὅδ’ αὐ̣[δᾶ]·
ἡ πρᾶξις κωλύματ’ ἔχει· μὴ σπεῦδε, ἀλλ’ ἀνάμεινον·
λυπηρά τις ὁδὸς καὶ ἀμήχανος οὐδὲ προσικτή·
60 ὠνεῖσθαι χα̣λεπὸν καὶ πωλεῖν τι βλάβος ἔστα̣ι.
LIV.61          ϛϛϛϛγ   κζ     Ἀφροδείτης.
τέσσαρα δ’ ἑξεῖται, μοῦνος τρία· σοὶ τάδε φράζει·
οὐρανόπαις Ἀφροδείτη, Ἐρώτων πότνι’ ἄνασσα,
πέμψει μαντείαν ἀγαθήν, δώσει δὲ ὁδόν σοι·
65 ἐκφεύξη τε νόσου καὶ φροντίδος αἰνεσιθύμου.
LV.66          ϛϛϛϛδ   κη      Βλάβης.
τέσσαρες ἑξεῖται καὶ τετ̣ρῶος· τάδε φράζει·
οὐκ ἔστιν πρᾶξαί τι· μάτην μὴ δὴ κενὰ μόχθει,
μή σοι σπεύδοντι βλάβος τι γένηται·
70 οὔτε γὰρ εἰς ὁδὸν ὁρμᾶσθαι καλὸν οὔτ’ ἀγοράζειν.
LVI.71 ϛϛϛϛϛ%⁸⁰λ%⁸⁰ Ἑρμοῦ Τετραγώνου.
εἰ δέ κεν ἑξεῖται πάντες πείπτωσιν ὁμοῖοι,
μὴ βαῖν’, ἣν μέλλεις· μ̣είνα̣ντί σοι ἔσται ἄμεινον·
ἐκθρὸν γάρ σοι ὁρῶ· μεῖνον· μετὰ ταῦτα δὲ ἔσται·
75 τόν τε φόβον λύσει καὶ τὸν κάμνοντα δὲ σώσει·
Search Help
Contact Us