[ ]
Pisid. — Termessos (Güllük Dağı) — 2nd c. AD
| 1 | μηνὸς Σ̣ω̣τηρίου δεκάτη γʹ ἐν τῆ ἐν- |
| νόμω ἐκλησία ἔδοξε τῶι δήμωι προ- | |
| βούλων γνώμηι· ἐπεὶ Ἀταλά̣ντη, Π̣[ι]- | |
| ατηραβιος Πιλλακοου Κιννουνιος θυ̣- | |
| 5 | γάτηρ, χήρα, εὐγενεία καὶ σωφ̣ροσύνη κε- |
| κοσμημένη καὶ πᾶσαν γυναικείαν ἀρε- | |
| τὴν ἀποδεικνυμένη, ἀκόλουθα πονοῦ- | |
| σα τοῖς προγόνοις αὐτῆς πολλάκις τὴν | |
| πόλιν πεφιλοτειμημένοις ἔν τε ἀναλώ- | |
| 10 | μασιν ἐπισημοτάτοις καὶ ἐν προχρήσεσιν |
| ἀργυρίων καὶ ἐπιδόσεσιν καὶ δωρεαῖς καὶ ἱε- | |
| ρωσύναις, ἐπηνγείλατο σειτοδ̣είας πολ- | |
| λῆς οὔσης εὐθηνίαν παρασσχέσθαι τῶ | |
| πλήθε̣ι πληροῦσά τε τὴν φιλοτειμίαν δ[α]- | |
| 15 | ψιλῆ ταύτην παρέχεται ἀπὸ μηνὸς Ἰδ̣α̣- |
| λιανίου τοῦ ἐπ’ ἔτους· δεδόχθαι τετει- | |
| μῆσθαι αὐτὴν ὑπὸ τοῦ δήμου εἰκόνι | |
| χαλκῆ καὶ χρυσῶ στεφάνω ἀνατεθῆναί | |
| τε τὴν εἰκόνα ἐν ἐπισήμω τῆς πόλεως | |
| 20 | τόπω πρὸς τῆ Ἀττάλου στοᾶ κατὰ τὸν |
| τῆς μεσημβρινῆς εὐθείας τοῖχον ὁδοῦ̣, | |
| ἐφ’ οὗ καὶ ἆθλα ἀνάκειται τῶν νεικησάν- | |
| των παίδων ἐν γυμνικῶ ἀγῶνι, ὃν ἔθη̣- | |
| κεν παιδονομῶν Ἑρμαῖος Οπλονος, | |
| 25 | συνκεχωρῆσθαι δὲ καὶ τοῖς τεχνεί- |
| ταις ἐν τῶ αὐτῶ τόπω ἀναστῆσαι ὃν πε- | |
| φιλοτείμηνται ἀνδριάντα τῆς Ἀταλάν- | |
| της, καθὼς ἠτήσαντο, ἐπιγραφῆναί τε̣ | |
| τῶ μὲν τοῦ δήμου ἀνδριάντι τόδε τὸ | |
| 30 | ψήφισμα, τῶ δὲ τῶν τεχνειτῶν, ἣν ἂν |
| αὐτοὶ θελήσωσιν ἐπιγραφήν. |