[ ]
Bith. — Prusias ad Hypium (Üskübü) — Peek, GVI 1112
| 1 | σεμνοτάτης φιλίας κῦδος μετὰ πᾶσι λαλητόν, |
| ἐκ δὲ κόπων πορίσαντα χρόνοις σεμνῶς καὶ ἀμέμπτως, | |
| ἐξ ὧν ἦρ[ξ]α πάτρῃ μεγίστην ὡς ἔθος ἀρχήν, | |
| φάρεσι πορφυρέοις κοσμήσας σεμνὸν ἀγῶνα | |
| 5 | καὶ κροτάφοις φορέσας χρυσοῦν στέφαν<ον> μετὰ δόξης, |
| βουλῇ καὶ δήμῳ μερίσαντα νομὴν μετὰ τειμῆς, | |
| καὶ δὲ πολειτείας ἑτέρας πράξας ἀμερίμνως, | |
| συμβιώσας δὲ φίλοις πλείστοις κείμενος, ὦ παροδεῖτα. | |
| παῖξον καὶ γέλασον, ἐφ’ ὄσον ζῇς, ὧδε γὰρ ἐλθὼν | |
| 10 | οὐδὲν ἔχεις καθιδεῖν ἣ νύκτα μακρὰν μετὰ σειγῆς· |
| οὐ βαιούλου ψόφος ἔν<θ>’, οὐ βαλλίζων τις ὁρᾶται, | |
| ἀλλὰ νέκυν με Δαφνοῦς κατέχει εἰς αἰώνιον οἶκον, | |
| ἡ δ’ἀγαθὴ ψυχὴ εἰς οὐρανὸν αὐτὸν ἔδυνεν. | |
| <εἰ> ἂν μέντοι γε τεθέντος ἐμοῦ ἔτερόν τινα θήσει, | |
| 15 | εἰ μὴ τέκνον ἐμὸν ὁμώνυμον ἔνθα Καπέλλαν, |
| τὴν ἀγαθὴν στοργὴν πρὸς φίλιον πατέρα, | |
| ὃς δ’ ἄν μεθ’ ἡμᾶς ἔτερον ἐνθήσει νεκρόν, | |
| δώσει πάτρῃ ἡμῶν ἀττικάς τρισχειλίας. |