[ ] Bith. — Prusias ad Hypium (Üskübü)
1     [ἀγαθῇ τύχῃ]·
τὸν ἀληθῆ καὶ ἀ[γαθ]ὸν
ἄνδρα καὶ φιλ[ό]πα[τριν] καὶ
φιλότειμον, [δὶ]ς ἄρχοντα
5 καὶ πρῶτον ἄρχοντα καὶ
ἱερέα καὶ ἀγωνοθέτην
Διὸς Ὀλυμπίου καὶ ἀγω-
νοθέτην τῶν μεγάλων
Αὐγουστείων Σεουηρείων
10 πενταετηρικῶν ἀγώνων,
παραπέμψαντα τοὺς
μεγίστους καὶ θειοτάτους
Αὐτοκράτορας καὶ τὰ ἱερὰ
αὐτῶν στρατεύματα
15 πολλάκις, ἀγορανομήσαντα
ἐπιφανῶς ἐν ἐπείγοντι
καιρῷ, συνδικήσαντα τῇ
πατρίδι ἐν πᾶσιν ὑγιῶς,
ἐπιδόντα καὶ διαδόσεις
20 πολλὰς πολλάκις, δεκά-
πρωτον καὶ κοινόβουλον
διὰ βίου καὶ τὰς λοιπὰς
ἀρχὰς καὶ λειτουργίας
πάσας ἐκτελέσαντα τῇ
25 πατρίδι, ἐνδόξως πολειτευ-
σάμενον καὶ εἱς τὴν ἀγορὰν
Λούκιον Αὐρήλιον Διογενιανὸν
      Καλλικλέα
Μαρκιανὴ Αὐρηλίου Μάρκου
30 τὸν φιλοστοργότατον ἄνδρα.
Search Help
Contact Us