[ ]
Bith. — Prusias ad Hypium (Üskübü) — aft. 202 AD
1 | ἀγαθῆι τύχηι· |
τὸν ἱερέα τῶν Σεβαστῶν καὶ φιλό- | |
πατριν καὶ φιλότιμον, δὶς ἄρξαντα | |
καὶ πρῶτον ἄρχοντα καὶ ἱερέα | |
5 | καὶ ἀγωνοθέτην Διὸς Ὀλυμπίου |
καὶ πατέρα δὶς χειλιάρχου | |
καὶ τιμητήν, ἀγορανομήσαντα | |
ὑπὲρ τοῦ υἱοῦ μῆνας τρεῖς | |
ἐπιφανῶς, δόντα καὶ ὑπὲρ ἰδίας | |
10 | ἀγορανομίας ἀργύριον εἰς ἀνα- |
λήψιν τοῦ Δομιτείου βαλανείου, | |
παραπέμψαντα τοὺς μεγίστους | |
καὶ θειοτάτους Αὐτοκράτορας | |
καὶ τὰ ἱερὰ αὐτῶν στρατεύματα | |
15 | πολλάκις, πρεσβεύσαντα ὑπὲρ τῆς |
πατρίδος, δόντα καὶ εἰς ἐπι- | |
σκευὴν τῆς ἀγορᾶς ὑπὲρ τῆς | |
ἱερεωσύνης (δην.) μυριάδας πέντε | |
καὶ τὴν ἐπὶ τῇ προόδῳ διάδοσιν | |
20 | εἰς κατασκευὴν τοῦ καινοῦ ὁλκοῦ, |
καὶ τὰς λοιπὰς φιλοτειμίας | |
καὶ λειτουργίας μεγαλοπρεπῶς | |
ἐ̣κτελέσαντα τῇ ἑαυτοῦ πατρίδι | |
Μᾶρκον Ἰούλιον Γαουείνιον | |
25 | Σακέρδωτα |
κρίματι τῆς λαμπροτάτης πόλεως | |
Ὀλύμπιος Ὀλυμπίου | |
τὸν ἑαυτοῦ θεῖον. |