[ ]
Bith. — Prusias ad Hypium (Üskübü) — 211 AD
1 | [τὸν ἀγ]αθὸν ἄνδρα καὶ φιλόπολιν ἰς |
[πάν]τα̣ καὶ̣ π̣ρῶτον ἄ̣ρ[χ]ο̣ντα καὶ ἱε̣[ρέα] | |
[καὶ ἀγω]νοθέ̣τ̣ην τοῦ Ὀλυ<μ>πίου Διός, | |
[ἀγων]οθέτην, ἀγορανομήσαντ[α] | |
5 | [λαμ]πρῶς κ[αὶ] ἐπιφανῶς ἐν ἐπείγο[ντι] |
[και]ρῷ, ταμίαν τῶν ἐλαιωνικῶ[ν] | |
[χρ]ημάτων, παραπέμψαντα τὸν κύριο[ν] | |
[ἡ]μῶν Αὐτοκράτορα Μ. Αὐρήλιο[ν] | |
Ἀ̣ν̣τωνεινον καὶ θεῖον Λ. Σεπτίμιον | |
10 | Σ̣εουῆρον καὶ τὰ ἱερὰ αὐτῶν στρατεύματ[α] |
ἐν τῷ τῆς ἀρχῆς καιρῷ ἐπὶ τὴν ἀνατολή̣[ν], | |
πρεσβεύσαντα παρὰ θεῖον Λ. Σεπτίμιο[ν] | |
Σεουῆρον, τιμητεύσαντα καὶ | |
εἰσενεγκόντα ἀργύριον ἐν τῷ καιρῷ | |
15 | τῆς τ̣ιμητείας εἰς πλατείας κατ[α]- |
σκεύην, κοινόβουλον διὰ βίο[υ], | |
ἄρξαντα τοῦ κοινοῦ τῶν ἐν Βειθυνί[ᾳ] | |
Ἑλλήνων, ἐπιδόντα καὶ διαδόσεις, | |
καὶ τὰς λοιπὰς ἀρχὰς καὶ λειτουργίας | |
20 | ἐκτελέσαντα τῇ πατρίδι ἐνδόξως |
καὶ ἐπιφανῶς Μ. Αὐρήλιον Φιλιππιανὸ[ν] | |
Ἰάσωνα | |
οἱ ᾑρημένοι τῆς ὁμονοίας | |
εἰς τὴν ἀρχὴν αὐτοῦ φύλαρχοι | |
25 | |
Χ̣ρήστος Χρήστου | |
Γάιος Πρόκλου | |
[Ε]ὐχάριστος Ἑρμογένους | |
Χρυσιανὸς Χρήστου |