[ ]
Bith. — Prusias ad Hypium (Üskübü) — aft. 212 AD
1 | [ἀγαθῇ τύχῃ]· |
τὸν ἀγαθὸν καὶ εὐγενῆ καὶ φιλόπατριν, | |
πρῶτον ἄρχοντα ἀποδεδειγμένον | |
εἰς τοὐπιὸν καὶ ἱερέα Διὸς Ὀλυμπίου | |
5 | καὶ δὶς ἀγωνοθέτην, ἀγορανομήσαντα |
ἐν ὑπερβαλλούσῃ σειτοδείᾳ καὶ προτειμή- | |
σαντα τὴν σωτηρίαν τῶν πολειτῶν δαπάνης | |
χρημάτων, ἔκδικον δήμου, γραμματέα βουλῆς | |
καὶ δήμου, ἀγωνοθέτην τῶν μεγάλων | |
10 | Ἀσκληπείων ἀγώνων, ἱκανὰς νομ<ὰ>ς ἐκ τῶν |
ἰδίων δόντα, παιδονομήσαντα σεμνῶς, | |
πολλὰς ὑπὲρ τῆς πατρίδος συνδικίας πιστῶς | |
πληρώσαντα, ἀεἱ λέγοντα καὶ πράσσοντα | |
τὰ ἄριστα ὑπὲρ τῆς πατρίδος, πολλάκις παρα- | |
15 | πέμψαντα ἐν ταῖς ἱεραις διόδοις, Μ. Δομίτιον |
Κάνδιδον | |
οἱ εἰς τοὐπιὸν ἔτος ᾑρημένοι εἰς τὴν | |
ἀρχὴν αὐτοῦ φύλαρχοι | |
I.19 | φυλῆς Σεβαστηνῆς |
20 | Μ. Αὐρήλιος Εὐτύχης |
Κλαύδιος Βωβᾶς | |
φυλῆς Θηβαίδος | |
Αὐρ. Κρατεινιανὸς Πέων | |
Αὐρηλ. Κομμοδιανὸς | |
25 | Κάλανδος |
φυλῆς Γερμανικῆς | |
Αὐρηλ. Εὐπατοριανὸς | |
Ἀλέξανδρος | |
ΑΛΕ[— — — — — —] | |
30 | |
φυλῆς Σαβεινιανῆς | |
Κλ. Φλ. Στρατόνεικος νε(ώτερος) | |
<φυλῆς Φαυστινιανῆς> | |
35 | |
Αὐρ. Τροφιμιανὸς Ἀρτεμίδωρος | |
φυλῆς Διονυσιάδος | |
Αὐρηλι. Αὐρηλιανὸς | |
40 | |
Αὐρηλ. Φιλαδελφιανὸς | |
Σατορνεῖνος | |
II.19 | φυλῆς Τιβεριανῆς |
20 | Αὐρ. Αὐγιανὸς Χρυσιανοῦ |
Αὐρ. Ἀπφουτιανὸς Θεοδότου | |
φυλῆς Προυσιάδος | |
Αὐρ. Χρυσιανὸς Χρυσιανοῦ | |
τοῦ Ἀριστομένους | |
25 | Αὐρ. Παπιανὸς Τειμοκράτους |
φυλῆς Ἁδριανῆς | |
Τ. Φλάβιος Ἀγρίππας | |
Αὐρηλ. Τρυφωνιανὸς | |
Ἀφροδείσιος | |
30 | φυλῆς Μεγαρίδος |
Αὐρηλ. Νεικωνιανὸς | |
Θεόδωρος | |
Αὐρ. Κλαδιανὸς Ἰωνικός | |
φυλῆς Ἰουλιανῆς | |
35 | Παπείριος Κατυλλεῖνος |
Αὐρηλ. Νεστοριανὸς | |
Θεόδοτος | |
φυλῆς Ἀντωνιανῆς | |
Αὐρήλιος Κρατιανὸς | |
40 | Κράτης |
Αὐρηλ. Τειμοκρατιανὸ[ς] | |
Κλαυδιανός. |