[ ]
Bith. — Nikomedeia (Izmit) — undated — ZPE 47 (1982) 45, 2
| A, front.1 | Ῥωμύλου ναυκλήρου τύμβος καὶ δόγματα ταῦτα· |
| Ἀντωνεῖνα σύνευνε τάφου δωροῦμε θέσιν σοι· | |
| τοῖς κοινοῖς δὲ τέκνοις ἤτω τόπος ἔνθα πρὸς ἡμᾶς· | |
| εἴ τις τολμήσει κερέαν ἢ γράμμα τὸ λοιπὸν | |
| 5 | τούτων ἐκκόψαι ἢ τὴν καμάραν μου πρίασθαι |
| ἢ μέρος ἐξ αὐτῆς ἢ γῆς μέτρον ὢν ἀπὸ αὐτῆς | |
| ἢ μέλος ἡμέτερον σκύλας ἀνγείου κενώσει, | |
| προστείμου δώσει φίσκῳ ἑκατὸν δέκα χρυσοὺς | |
| καὶ μετὰ τοῦτο νόμῳ φθιμένων ὑποκείμενος ἤτω. | |
| B, left.1 | Ῥωμύλου |
| τύμβον | |
| ὁρᾷς, | |
| μή σοι φίλε | |
| 5 | τόνδε |
| πρίασθαι· / | |
| χαῖρε δὲ | |
| καὶ πάραγε. |