[ ]
Bith. — Klaudioupolis (Bolu), Plain of
| 1 | Ἐπικράτης [— — —]․․θεος συνόμεμοι |
| βωμὸν ἀνέστησαν [φιλίῳ] πατρὶ δακρύσαντες· | |
| τοὔνομα Ἐπικράτης, ἐπεὶ φίλος ἐγενήθη, | |
| πολὰ κοπωθέντι κὲ πᾶσι φίλοις ἀρέσαντι | |
| 5 | τὴνδε γεωπονίην ὡς Ἡσίοδος κατέδειξεν. |
| Πάσι δ’ ἐπ’ ἀνφιβόλοισι δικασπόλος ἦεν ․․δ̣․κος· | |
| ἄρξας δὶς ἐν πατρίδι Βειθυνέων Ἁδριανῇ | |
| συνδικίην τελ[έσας] ὑπὲρ πατρίδος ἀνυβρίστως | |
| τόσα ἔτη ζήσας θέλησεν Ε․․Μ̣ΕΜΑΙ․Ρ̣Ε̣Κ̣Ε̣Ι̣․․, | |
| 10 | νῦν ἀμεριμνήσας εὔδει τὸν ἐώνιον ὕπνον |
| λυπήσας ἄλοχον Δομετιανήν, ἣ ἔτεκεν ἡμᾶς | |
| μνήμην δ’ εἰς γένος ․․σον ἐτεύξαμεν οἱ φιλάδελ[φ]οι | |
| λύπῃ κὲ δακρύοις ὡς ἔφερεν γέναισις. | |
| χέραιτε {²⁶χαίρετε}²⁶. |