[ ]
Bith. — Klaudioupolis (Bolu), Plain of — 2nd c. AD
| I.1 | [ἀνγέλλε]ιν ἀρετὴν Τερτύλλης εὐπατερείης, |
| [τῆς Κρα]τ̣έ̣ρου θυγατρός, ὑπὲρ τύμβοιο τέταγμαι. | |
| {²vacat}² | |
| 3 | [ὦ μεγ]άλης ἀρετῆς Τερτύλλα κῦδος ἑλοῦσα |
| [εὖ μὲ]ν ἀεξομένη ζαθέας φρένας, εὖ δὲ καὶ ἔργα, | |
| 5 | [οἰκουρ]ὸς σαόφρων, πτολιοσσόος, ὀλβιοδῶτις, |
| [ἀνθρ]ώπων σώτειρα, δικαιοτάτη, γλυκύθυμος, | |
| [ἠπιόφ]ρων, καθαρῇσι θεουδείας πραπίδεσσιν̣ | |
| [συνπ]άσας δεδαυῖα· λύρη νύ κεν ὧδ’ ἐρατεινάς | |
| [ἁρμο]νίας κεράσαιτο λιγύθροος, ὡς σέο θείη | |
| 10 | [ψυχὴ] παντοίας ἀρετὰς ἡρμόσσαθ’ ἑλοῦσα. |
| [τῶν ἕ]νεκεν γαῖαν μέν ἐπιστείχουσαν ἅπαντες | |
| [τῆς ὁ]σίης βιοτῆς μέγα θάμβεον, ἂψ δὲ κιοῦσαν | |
| [ἐκ θ]ν̣η̣τῶν ἄσβεστον ὀδύρονται οἷα περ αὐτῆς | |
| [ἠοῦ]ς̣ οἰχομένης, χάεος δ’ ἐπὶ πᾶσι χυθέντος. | |
| 15 | [ὦ μ]έγα κυδίστης χθονίων ψυχὴ θεόεσσα |
| [Τερ]τύλλης, ὦ πᾶσι κεκασμένη, ὅσσ’ ἐπὶ γαίης | |
| [κ]ύ̣δεα, χαῖρε ἐρίτειμε καὶ ἐν βιότοιο τελευτῇ. | |
| II.18 | Τερτύλλης ἔπος εἰμὶ θεουδέ- |
| ος, ἠπιοθύμου· / | |
| 20 | οὐκ αἰνῶ δακρύων στυγίην |
| χύσιν ἀλγεσίδωρον / | |
| Τερτύλλα· τόσση μὴ μ’ ἔχοι ἀφροσύνη· / | |
| τίς πόθος οἰχομένου ῥέθεος, | |
| τό νυ καὶ παρεόν περ #⁹⁰¹ / | |
| 25 | στυκτὸν ὀιζυρὸν παντὸς |
| ἄθυρμα λυγροῦ; ❦ * / | |
| χθὼν ῥεθέων μήτηρ, χθὼν καὶ | |
| τροφὸς ἠδὲ καὶ αὐτή / | |
| λυομένων δέκτειρα αἰὲν | |
| 30 | ἀπιστοτάτη· / |
| αἰθὴρ δὲ ψυχαῖς ἄλυτος δόμος | |
| ἔνπεδος αἰεί· ❦ / | |
| τὸν ναίοιμι, πρόσω νήδακρυ- | |
| ς ἀντομένη. ❦ / |