[ ]
Bith. — Kalchedon (Kadıköy) — 1 BC
| 1 | οὔριον ἐκ πρύμνης τις ὁδηγητῆρα καλείτω |
| Ζῆνα κατὰ προτόνων ἱστίον ἐκπετάσας· | |
| εἴτ’ ἐπὶ Κυανέας δίνας δρόμος, ἔνθα Ποσειδῶν | |
| καμπύλον εἱλίσσει κῦμα παρὰ ψαμάθοις, | |
| 5 | εἴτε κατ’ Αἰγαίην πόντου πλάκα νόστον ἐρευναι, |
| νείσθω τῶιδε βαλὼν ψαιστὰ παρὰ ξοάνωι. | |
| ὧδε τὸν εὐάντητον ἀεὶ θεὸν Ἀντιπάτρου παῖς | |
| στῆσε Φίλων, ἀγαθῆς σύμβολον εὐπλοΐης. |