[ ] Bith. — Kalchedon (Kadıköy) — 1 BC
1 οὔριον ἐκ πρύμνης τις ὁδηγητῆρα καλείτω
  Ζῆνα κατὰ προτόνων ἱστίον ἐκπετάσας·
εἴτ’ ἐπὶ Κυανέας δίνας δρόμος, ἔνθα Ποσειδῶν
  καμπύλον εἱλίσσει κῦμα παρὰ ψαμάθοις,
5 εἴτε κατ’ Αἰγαίην πόντου πλάκα νόστον ἐρευναι,
  νείσθω τῶιδε βαλὼν ψαιστὰ παρὰ ξοάνωι.
ὧδε τὸν εὐάντητον ἀεὶ θεὸν Ἀντιπάτρου παῖς
  στῆσε Φίλων, ἀγαθῆς σύμβολον εὐπλοΐης.
Search Help
Contact Us