[ ]
Cil. — Seleukeia on the Kalykadnos (Silifke) — ca. 172 BC — Dkschr.Wien 44.1896.114,6
65 | Καλχηδονίων. ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι. ἐπ[ει]- |
δὴ Εὔδαμος Νίκωνος Σελευκεὺς φίλος ἐὼν καὶ εὔ- | |
νους τῶι βασιλεῖ χρείας παρέχεται τᾶι πόλει, δεδόχθαι | |
τῶι δάμωι· ἐπαινέσαι αὐτὸν καὶ στεφανῶσαι χρυσέωι | |
στεφάνωι εὐνοίας ἕνεκα τᾶς εἰς τὸν δᾶμον· τὸν δὲ ἀ- | |
70 | γωνοθέταν ἀναγγεῖλαι τὸν [σ]τέφανον τοῖς Διονυσί- |
οις ἐν τῶι θεάτρωι· δεδόσθαι δὲ αὐτῶι καὶ πολιτίαν καὶ ἰσο- | |
τέλειαν καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν [κ]αὶ τὸν δᾶμον με- | |
τὰ τὰ ἱερά· ὅπως δὲ καὶ πρόξενος γένηται, τοὺς στρα- | |
ταγοὺς τοὺς τὰν δευτέραν τετράμηνον στρα[τα]γοῦν- | |
75 | τας εἰσαγγεῖλαι εἰς τὰ[ν] βουλὰν κὰτ τὸν νόμον· τοὺς δὲ |
πρεσβευτὰς τοὺς ἁˉι[ρημέν]ους διαλέγεσθαι αὐτῶι καὶ | |
π[αρ]ακαλεῖν χρείας παρέχεσθαι τῶι δήμωι π[ε]ρὶ ὧν πρεσ- | |
βεύοντι ποτὶ τὸν βασιλέ’ Ἀντίοχον, δηλοῦντας αὐτῶι | |
ὅτι τυχὼν τούτων ὁ δᾶμος χάριτας ἀποδώσει αὐ- | |
80 | τῶι ἀξίας τῶν εὐεργετημάτων. |