[ ]
Bith. — Nikomedeia (Izmit) — J. Keil
| 1 | τὸν Φρυγίη[ς προμαχοῦνθ’, ὃν ἐθαύμασε] θεῖος Ὅμηρος |
| κάλλει καὶ σ[οφίῃ ζηλοῦντα με θούριδι τ’] ἀλκῇ | |
| Ἑκτόριον [κατέχει τάφος ὧδε θανόντα πρ]όμοιρον, | |
| τόν ποτε χα[λκηρῆ τειμῶντα φίλοπλ]ον Ἄρηα | |
| 5 | κείμενον [δ’ οὐκ ἐχθρῷ δεδμημένον, ἀλ]λ’ ὑπὸ Μοίρης· |
| νῦν με Πρό[κλος ἔθαψε πατὴρ] ὁμοῦ τε σύνευνος· | |
| τρὶς δέκα[τον τελέσαντα καὶ ἡμί]ολον λυκαβάντων, | |
| μούνη δ’ ἐν [θαλάμοις ἄλοχος ποθέ]ουσα σιωπῇ· | |
| ἔστε δὲ τὸ [πρόρρημ’, ὃς ἄλλο]ν ἐνθάδε θάψει | |
| 10 | δὶς δέκα χ[ειλιάδας δραχμῶν ἀρ]ιθμὸν εἰσοίσει. |