[ ]
Bith. — Gebze
| 1 | Φιλήτη ἡ καὶ Ματρώνα |
| ζῶσα ἐμαυτῇ τὴν πύαιλον ἔθηκα σὺν τῷ περιωρισμένῳ | |
| τόπῳ καὶ τῷ γλυκυτάτῳ μου ἀνδρὶ Αὐρηλίῳ | |
| Σωκράτῃ ὁ καὶ Εὖπος· | |
| 5 | καὶ βούλομαι μετὰ τὸ κατατεθῆναι ἡμᾶς μηδένα ἕτερον |
| τεθῆναι εἰς τὴν πύαιλον ταύτην, εἰ μὴ ἐὰν ἐπείξει τέκνο[ις] | |
| ἡμῶν· ὃς δ’ ἂν παρὰ ταῦτα ποιήσι, δώσει προστείμου τῷ | |
| ταμείῳ (δην.) ͵βφʹ καὶ τῇ πόλει (δην.) ͵αφʹ καὶ τῇ Ἀρβειλανῶν κώμῃ (δην.) ͵α. | |
| χαίρετε. |