[ ] Bith. — Tuzla
1 Κυθηρία
ἀνενεωσάμην τὴν προγονικὴν λάρνακα ταύτην
— — — ἐμαυτῇ καὶ τῷ γλυκυτάτῳ μου ἀνδρὶ
Οὐαλερίῳ Πομπ<ω>νίῳ
5 ἑκατοντάρχῃ στρατευσαμένῳ ἐν τῷ ἱερῷ παλατίῳ ἔτη — —
— — — — βιώσας σὺν ἐμοὶ ἔτη θʹ λίψας καὶ
παῖδα ἀγκάλαις ἐμαῖς· καὶ μετὰ τὸ ἐμὲ
κατατεθῆναι μηδένα ἕτερον ἀνεῷξαι· [εἰ δέ τις]
ποιήσι, δώσι πρόστιμον τῷ ἱερωτάτῳ ταμείῳ [μ(ύρια) ․ʹ]
10 καὶ τῇ πόλει μ(ύρια) εʹ καὶ τῇ κώμῃ Ἀρβιλλανῶν
— — — Οὐαλέριος Πομπώνιος Ι— — —
ἐ<ν>θάδε κεῖμαι ζήσας ἔτη μεʹ.
Search Help
Contact Us