[ ]
Bith. — Nikomedeia (Izmit)
| 1 | Αἴλιος Σεπτίμ<ι>ος |
| Σεουῆρος | |
| ἀν[ενε]ωσάμην τῶν συνγενῶν μου τὴν πύελον ἐμαυτῷ | |
| καὶ τῇ γλυκυτάτῃ μου συνβίῳ Αἰλίᾳ | |
| 5 | Ἱεροκλείῃ· |
| καὶ βούλομαι μετὰ τὸ κατατεθῆναι ἡμᾶς μηδένα ἕτερον | |
| κατατεθῆνε, εἰ μὴ ἂν ἐπείξῃ τέκνοις ἡμῶν· ὃς δ’ ἂν παρὰ ταῦτα | |
| πο[ι]ήσ[ῃ], δώσει προστείμου τῷ ταμείῳ (δην.) ͵γ, καὶ τῇ πόλει (δην.) ͵β, καὶ Ἀρβειλανοῖς (δην.) ͵α. | |
| χαίρετε. |