[ ]
Phok. — Delphi — aft. 138 AD — FD III,6.143
| 1 | ἡ μητρόπολις καὶ πρώτη Βειθυνίας Πόντου Ἁδριανὴ |
| νεοκόρος Νεικομήδεια, ἱερὰ καὶ ἄσυλος, φίλη καὶ σύμμαχος | |
| <ἄνω>θεν τῷ δήμῳ τῷ Ῥωμαίων, Τ. Αἴλιον Αὐρηλι<αν>ὸν Θεόδοτον, | |
| τὸν ἴδιον πολίτην, τὸν καὶ Θηβαῖον καὶ Ἀθηναῖον καὶ Σμυρναῖον καὶ | |
| 5 | Ἐφέσιον καὶ Περγαμηνὸν καὶ Αντιοχέα τῆς πρὸς Δάφνην, |
| <Πυθ>ικὸν καὶ <κύκ>λιον αὐλητὴν παράδοξον, μόνον καὶ πρῶτον | |
| τῶν ἀπ’ αἰῶνος ἑκκαίδεκα ἐτῶν ἀράμενον ἀπὸ ΡΟΘΙΩΝ | |
| τοὺς ἄνδρας ἀγωνίζεσθαι, καὶ στεφανωθέντα ἐν Ῥώμῃ | |
| Καπετώλια Πυθαύλας, καὶ Ποτιόλους Εὐσέβεια δίς, καὶ Νεάπολιν, | |
| 10 | καὶ ἐν Σμύρνῃ Κομόδεια Ὀλύμπια, καί τ’ ἐν Ἀθήναις Ἁδριάνεια, |
| <κ>αὶ Ἡρ<αῖ>α, καὶ Νέμεια, καὶ Ἴσθμια δίς, καὶ τὸ βʹ Ἄκτια κατὰ τὸ | |
| Πυθαύλας καὶ χωραύλας, καὶ Πύθια Πυθαύλας, χοραύλας, | |
| κοινὸν τῆς Βειθυνίας ἐν Νεικομηδείᾳ Πυθαύλας, χοραύλας | |
| καὶ τὸν διὰ πάντων, κοινὸν Ἀσίας ἐν Σμύρνῃ Πυθαύλας, | |
| 15 | χοραύλας καὶ τὸν διὰ πάντων κοινὸν Ἀσίας ἐν Περγάμῳ |
| Πυθαύλας, χοραύλας καὶ τὸν διὰ πάντων, καὶ ἄλλους πλείσ- | |
| τους ἱερ<ούς> τε <καὶ> θεματικοὺς ἀγῶνας, φιλοπονήσαντα ὑπὸ διδασκάλῳ | |
| καὶ μελοποιῷ τῷ ἰδίῳ πατρὶ Ῥούφῳ Φιλαδέλφου, [ἀρετῆς καὶ τῆς π]ερὶ τὴν | |
| δόξαν φιλοτειμίας ἕνεκεν. |