[ ] Phok. — Delphi — aft. 138 AD — FD III,6.143
1 ἡ μητρόπολις καὶ πρώτη Βειθυνίας Πόντου Ἁδριανὴ
νεοκόρος Νεικομήδεια, ἱερὰ καὶ ἄσυλος, φίλη καὶ σύμμαχος
<ἄνω>θεν τῷ δήμῳ τῷ Ῥωμαίων, Τ. Αἴλιον Αὐρηλι<αν>ὸν Θεόδοτον,
τὸν ἴδιον πολίτην, τὸν καὶ Θηβαῖον καὶ Ἀθηναῖον καὶ Σμυρναῖον καὶ
5 Ἐφέσιον καὶ Περγαμηνὸν καὶ Αντιοχέα τῆς πρὸς Δάφνην,
<Πυθ>ικὸν καὶ <κύκ>λιον αὐλητὴν παράδοξον, μόνον καὶ πρῶτον
τῶν ἀπ’ αἰῶνος ἑκκαίδεκα ἐτῶν ἀράμενον ἀπὸ ΡΟΘΙΩΝ
τοὺς ἄνδρας ἀγωνίζεσθαι, καὶ στεφανωθέντα ἐν Ῥώμῃ
Καπετώλια Πυθαύλας, καὶ Ποτιόλους Εὐσέβεια δίς, καὶ Νεάπολιν,
10 καὶ ἐν Σμύρνῃ Κομόδεια Ὀλύμπια, καί τ’ ἐν Ἀθήναις Ἁδριάνεια,
<κ>αὶ Ἡρ<αῖ>α, καὶ Νέμεια, καὶ Ἴσθμια δίς, καὶ τὸ βʹ Ἄκτια κατὰ τὸ
Πυθαύλας καὶ χωραύλας, καὶ Πύθια Πυθαύλας, χοραύλας,
κοινὸν τῆς Βειθυνίας ἐν Νεικομηδείᾳ Πυθαύλας, χοραύλας
καὶ τὸν διὰ πάντων, κοινὸν Ἀσίας ἐν Σμύρνῃ Πυθαύλας,
15 χοραύλας καὶ τὸν διὰ πάντων κοινὸν Ἀσίας ἐν Περγάμῳ
Πυθαύλας, χοραύλας καὶ τὸν διὰ πάντων, καὶ ἄλλους πλείσ-
τους ἱερ<ούς> τε <καὶ> θεματικοὺς ἀγῶνας, φιλοπονήσαντα ὑπὸ διδασκάλῳ
καὶ μελοποιῷ τῷ ἰδίῳ πατρὶ Ῥούφῳ Φιλαδέλφου, [ἀρετῆς καὶ τῆς π]ερὶ τὴν
δόξαν φιλοτειμίας ἕνεκεν.
Search Help
Contact Us