[ ] Aeg.Isl., Kos — Asklepieion — 246-242 BC — Rigsby, Asylia 11
See also:
1 βασιλεὺς Βιθυνῶν Ζιαήλας
Κώιων τῆι βουλῆι καὶ τῶι δή{μ}-
μωι {²⁶δήμωι}²⁶ χαίρειν. Διόγειτος Ἀριστό-
λοχος Θεύδοτος οἱ παρ’ ὑμῶν
5 παραγενόμενοι ἠξίουν τὸ ἱερὸν
τοῦ Ἀσκληπιοῦ τὸ ἱδρυμένον πα-
ρ’ ὑμῖν ἀποδέξασθαι ἄσυλον καὶ
τὰ λοιπὰ φιλανθρωπεῖν τῆι πό-
λει, καθόπερ καὶ Νικομήδης ὁ
10 πατὴρ ἡμῶν εὐνόως διέκει-
το τῶι δήμωι· ἡμεῖς δὲ πάν-
των μὲν τῶν ἀφικνουμένω[ν]
πρὸς ἡμᾶς Ἑλλήνων τυγχάνο-
μεν τὴν ἐπιμέλειαν ποιούμε-
15 νοι, πεπεισμένοι πρὸς δόξαν οὐ
μικρὸν συμβάλλεσθαι τὸ μέρος
τοῦτο· πολὺ δὴ μάλιστα τῶν
πατρικῶν φίλων διατελοῦ-
μεν πολυωροῦντες καὶ ὑμῶν
20 διὰ τὴν πρὸς τὸμ πατέρα <ἡ>μῶν
ὑπάρχουσαν πρὸς τὸν ὑμέτε-
ρον δῆμον γνῶσιν, καὶ διὰ τὸ
τὸμ βασιλέα Πτολεμαῖον
οἰκείως διακεῖσθαι τὰ πρὸς ὑμᾶς,
25 ὄντα ἡμέτερον φίλον καὶ σύμ-
μαχον· ἔτι δὲ καὶ τοὺς παρ’ ὑμῶν
ἀπεσταλμένους φιλοτιμότε-
ρον ἀπολογίσασθαι τὴν εὔνοιαν
ἣν ἔχετε εἰς ἡμᾶς, ἔν τε τοῖς λοι-
30 ποῖς καθ’ ὃ ἂν ἡμᾶς ἀξιῶτε, πειρασό-
μεθα καὶ ἰδίαι ἑκάστωι καὶ κοι-
νῆι πᾶσι φιλανθρωπεῖν καθ’ ὅσον
ἡμεῖς δυνατοί ἐσμεν, καὶ τῶν
πλειόντων τὴν θάλασσαν
35 ὅσοι ἂν τυγχάνωσιν τῶν ὑμε-
τέρων προσβάλλοντες τοῖς
τόποις ὧν ἡμεῖς κρατοῦμεν,
φροντίζειν ὅπως ἡ ἀσφάλει[α]
αὐτοῖς ὑπάρχῃ· κατὰ ταὐτὰ [δὲ]
40 καὶ οἷς ἂν συμβῇ πταίματός [τι]-
νος γενομένου κατὰ πλοῦν
προσπεσεῖν πρὸς τὴν ἡμετέ[ραν],
πᾶσαν σπουδὴν ποιεῖσθαι ἵν[α]
μηδ’ ὑφ’ ἑνὸς ἀδικῶνται. Ἀποδ[εχό]-
45 μεθα δὲ καὶ τὸ ἱερὸν ἄσυλον κ[αθό]-
περ ὤιεσθε δεῖν, καὶ Διογείτωι [καὶ]
Ἀριστολόχωι καὶ Θευδότωι πε[ρὶ]
τῶν τούτων καὶ τῶν ἄλλω[ν ὧν]
ἠβουλόμεθα ἐντέταλμαι ἀν[αγ]-
50 γεῖλαι ὑμεῖν.        ἔρρωσθε.
Search Help
Contact Us