[ ] Bith. — Bursa, Muradiye Mosque — 2nd c. AD?
1 τίμιον ἡγεμόνεσσι καὶ
1a       {²vacat}²
2 ἄλλοις πᾶσι βροτοῖσιν,
ἔνσημον τειμαῖς βασιληίσ-
5 ι τὸν Βότρυν ἥδε κεύθει γαῖ-
α χυτή, τρὶς δεκέτη φθίμενον·
νηπιάχους παῖδας καὶ σύν-
βιον ἐνπρολίποντα Ἰουλίαν ἐ-
μὴν σεμνὴν γαμετὴν παῖδάς τε
10 ποθητοὺς Ἀρκεσίλαον ὁμο-
ῦ καὶ Βότρυν ἐν μελάθροις·
σῆμα δ’ ἔτευξαν ὅσοι προφιλ-
τέρω ἐστὸν ἁπάντων πεν-
θερὸς Ἀρτέμων δοιοί τε συναί-
15 μονες ἄμφω Μᾶρκος τ’ ἠδ’ Ἀγά-
θων καὶ Λ̣ά̣μυρος, συνγενέη Βαπομα.
Search Help
Contact Us