[ ]
Bith. — Prusa ad Olympum (Bursa) — 6th c. AD
| 1 | Ἅιδης μὲν σύλησεν ἐμῆς νεότητος ὀπώρην, |
| κρύψε δὲ παππώῳ μνήματι τῷδε λίθος̣· | |
| οὔνομα Ῥουφῖνος γενόμην, πάϊς Αἰθερίοιο, | |
| μητρὸς δ’ ἐξ Ἀγάθης· ἀλλὰ μάτην γενόμην· | |
| 5 | ἐς γὰρ ἄκρον μούσης τε καὶ ἥβης ἧκον ἐλάσσας, |
| φεῦ, σοφὸς εἰς Ἀίδην καὶ νέος εἰς ἔρεβος. | |
| κώκυε καὶ σὺ βλέπων τάδε γράμματα μακρὸν ὁδῖτα· | |
| δὴ γὰρ ἔφυς ζωῶν ἢ πάϊς ἠὲ πατήρ. |