[ ]
Bith. — Nikaia (Iznik): Ehnez Deresi Bei Çalti — 3rd c. AD
| 1 | [ἔνθ’ Ἀγ]έλας κεῖται τετειμένος ἀνδράσι πᾶσι, |
| [ὃ]ν̣περ καὶ θεράποντ’ ἔσχε πατὴρ ἀνδρῶν τε θεῶν τε | |
| καὶ τοῦτον τείμησεν σεμνὸν γεγαῶθ’ ἱερῆα | |
| εἰς τὸ διὰ τῶν τούτου χειρῶν σπονδὰς προχέεσθαι | |
| 5 | ἔν τε γεωπονίῃ πάντων μερόπων προάγοντα |
| πᾶν ἔργον κατὰ καιρὸν ἐν ὥρῃ χερσὶ καμόντα | |
| πιστόν τ’ εὔχρηστόν τε βροτοῖς γεγαῶτα πρὸ πᾶσιν, | |
| ὃν ἐνθαδεὶ τύμβευσε Κατιλλία Κορινθία, | |
| Κατιλλίου Τρύφωνος ἐπιμελουμένου· | |
| 10 | ἐνταῦθα κεῖται καὶ Ἰουνίλλα κόρη νέα, |
| ἣν ἀναθρεψάμενος Ἀγέλας προέθαψεν ἑ- | |
| αυτοῦ, | |
| τοῦ ζῆν ἀρξαμένην καὶ ταχὺ παυσαμένην. |