[ ]
Bith. — Nikaia (Iznik): Akçakaya/Geyve — 2nd-3rd c. AD
| 1 | μνῆμα |
| Διλίπορις Ἄπφου ζῶν κα- | |
| τεσκέουασεν {²⁶κατεσκεύασεν}²⁶ ἑαυτῷ | |
| ἀνεξοδίαστον | |
| 5 | σὺν ταῖς οἰκίαις καθὼς περιείληπται. |
| κἢν σπεύδῃς, ὦ ξεῖνε, καὶ ἢν εὔκαι- | |
| ρος ὁδεύῃς, / στῆθι παρ’ οὑμὸν σῆμα | |
| καὶ εἴσῃ τοὔνομα τοὐμόν, / οὐκ ἀσό- | |
| φως ζητηθὲν ὑπὸ ζώοντος ἐμεῖο· / ἐν- | |
| 10 | νέα γράμματ’ ἔχω, τετρασύλλαβός εἰμι, νόει |
| σύ· / αἱ τρεῖς αἱ πρῶται δύο γράμματ’ ἔχουσιν ἐκάσ- | |
| τη, / ἡ λοιπὴ δὲ τὰ τρεία καὶ εἰσὶν ἄφωνα τὰ πέντε, / | |
| ἐστὶ δ’ ἀριθμὸς πένθ’ ἑκατοντάδες <ἠ>δὲ δὶς | |
| ἑπτά. / ταῦτ’ οὖν ζητήσας καὶ γνούς, ὅστις περ ὁ γρά- | |
| 15 | ψας, / γνωστὸς ἔσῃ Μούσαις καὶ σοφίης μέ- |
| τοχος. / μνῆμα δ’ ἐμὸν τόδε χεῖρες ἔτι ζώ- | |
| οντος ἔτευξαν / λαΐνεον γαίης Τέρβοιο, | |
| ἣν κατέχω. / |