[ ]
Bith. — Nikaia (Iznik) — 1211 AD
| 1 | ὄναρ τὰ πάντα καὶ σκιὰ κοὐδὲν πλέον· |
| τὸ γὰρ φέρον τ(ὰ) πρῶτ(α) τοῦ λαμπροῦ γένου[ς] | |
| καὶ βασιλικῆς ἐκ φυλῆς κατηγμένον | |
| Κομνηνόβλαστον {η} κλῆμα τῶν ἐκ πορφύρας | |
| 5 | ἐκ γῆς ἀνίσχο<ν τ>ῆ<λ>ε Σικελοκράτους |
| κόνις καλύπτει καὶ θαλαμεύει σκότος | |
| καὶ τάφον οἰκεῖ τῆς κατάρας χωρίον | |
| πρίγκηψ Μανουήλ, τ(ῶν) χαρίτ(ων) ἡ βρύσις, | |
| τὸ τριακοστόπεμπτον ἀνύων ἔτος· | |
| 10 | δεκὰς ἔην, ἑπτὰ δὲ τοῦ Ἰουνίου· |
| φυτὸν μαραίνει τῆς ἀγαθοβρυσία[ς], | |
| κατὰ δισεπτάριθμον ἰνδί<κ>του κύκλ[ον] | |
| καὶ κατὰ χιλιοστὸν ἑξαπλοῦν ἔτος | |
| προσλαβὸν ἐκτὸ[ς] καὶ χρόνου περιόδ[ους] | |
| 15 | ἑπτακοσίας ἐννέα πρὸς ταῖς δέκα. |