[ ] Bith. — Nikaia (Iznik), now Paris, Louvre
1 τὸν θρασὺν ἐν σταδίοις ἐσο-
[ρᾷ]ς με νέκυν, παροδεῖτα, Ταρ̣-
[σέ]α ῥητιάριν, δεύτερον πάλον,
[Μ]ελάνιππον. οὐκέτι χαλκε[λ]-
5 άτου φωνὴν σάλπιγγος ἀκο[ύω]
[οὐ]δ’ ἀνίσων αὐλῶν κέλαδον ἀ-
[εθ]λῶν ἀνεγείρω· φασὶν δ’ Ἡρα[κ]-
[λ]α δυοκαίδεκα ἆθλα τελέσσ[αι]·
[τα]ὐτὰ δ’ ἐγὼ τελέσας τρισκαιδέκατ[ον]
10              τέλος ἔσχον.
Θάλλος καὶ Ζόη Μελανίππ[ῳ]
μνείας χάριν ἐκ τῶν ἰδίων
        ἐποίησαν.
Search Help
Contact Us