[ ]
Bith. — Nikaia (Iznik) — 2nd-3rd c. AD
| 1 | [Σε]κοῦνδος ἐσθλὸς χερσὶ κηδευθεὶς πατρὸς |
| [ἐ]νθάδε κατοικῶ, νέος ὑπάρχων καὶ καλός. | |
| οὐκ ἔστ’ ἐν ἀνθρώποισι πλησμονὴ βίου, | |
| ἀλλ’ ὅταν ἐπέλθῃ τοῦ βίου τὸ λείψανον, | |
| 5 | δεῖ κατθανεῖν σε· τοῦτο γὰρ Μοιρῶν μίτος |
| ἐπέκλωσεν ἡμεῖν, πάλι μολεῖν πρὸς Ἄϊδαν. | |
| εἰκοσαετὴς γὰρ ὢν ἐγὼ θνήσκω ταχὺ | |
| καὶ τοῦ πόλου τὸ λαμπρὸν ἡλίου σέλας | |
| λιπὼν εἰς αἴθραν ἀλλαχοῦ στρατεύομαι. | |
| 10 | Φούλβιος Ἄλφιος τεῦξεν τόδε σῆμα Σεκούνδῳ |
| τέκνῳ γλυκυτάτῳ· τοῦτο [γὰ]ρ δαίμων πικρὸς | |
| [προ]σέταξεν ἡμεῖν, ἵνα ποιῶ κἂν μὴ θέλω. | |
| [σκυ]λῇ δὲ μηδεὶς ξένος ὑπάρχων τὸν νέκυν· | |
| [τὶς] γὰρ θελήσῃ σῶμά μου σκυλᾶν τέκνου, | |
| 15 | [δώσ]ει ταμείῳ ἀττικὰς δισχιλίας· |
| [ἢν δ]ή τις ἆρα γνησίων ἀφ’ αἵματος | |
| [θάπ]τειν θελήσῃ, τοῦτο συγχωρεῖ νόμος. | |
| χαῖρε. |