[ ]
Att. — stoich. 27 — c. 303/2
1 | ․․․․․․․․․․․25․․․․․․․․․․․․ου |
․․․․․․․․․․23․․․․․․․․․․․ τὴν φ- | |
․․․․․․․․․․22․․․․․․․․․․ας παρ- | |
[․․․․․․․․19․․․․․․․․․ τ]οὺς πολε- | |
5 | [μίους· ἀγαθῆι τύχηι δεδ]όχθαι τῶι |
[δήμωι ἐπαινέσαι μὲν Ὀ]ξύθεμιν Ἱπ- | |
[ποστράτου Λαρισαῖο]ν ἀρετῆς ἕνε- | |
[κεν τῆς πρὸς τοὺς β]ασιλεῖς καὶ τὸ- | |
[ν δῆμον τὸν Ἀθηνα]ίων καὶ στεφανῶ- | |
10 | [σαι αὐτὸν χρυσῶ]ι στεφάνωι κατὰ τ- |
[ὸν νόμον. ὅπως δ’] ἂν ἐφάμιλλον̣ ἦι πᾶ- | |
[σι συναγωνίζ]εσθαι ἀπροφασίστω- | |
[ς τῆι τε τῶν] βασιλέων προαιρέσει | |
[καὶ τῆι τῶ]ν Ἑλλήνων ἐλευθερίαι, τ- | |
15 | [ιμωμένων] ὑπὸ τοῦ δήμου κατ’ ἀξίαν |
[τῶν ἀπο]δεικνυμένων τὴν εἰς τὰ πρ- | |
[άγματ]α εὔνοιαν, εἶναι Ὀξύθεμιν Ἱ- | |
[ππο]στράτου Ἀθηναῖον αὐτὸν καὶ ἐ- | |
[κγ]όνους καὶ εἶναι αὐτῶι γράψασθ- | |
20 | [α]ι φυλῆς καὶ δήμου καὶ φρατρίας ἧ- |
ς ἂν βούληται κατὰ τὸν νόμον, τοὺς | |
δὲ πρυτάνεις τοὺς τὴν εἰσιοῦσαν | |
πρυτανείαν πρυτανεύοντας δοῦν- | |
αι περὶ αὐτοῦ τὴν ψῆφον τῶι δήμωι | |
25 | εἰς τὴν πρώτην ἐκκλησίαν· ἀναγρά- |
ψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμμα- | |
τέα τὸν κατὰ πρυτανείαν ἐν στήλη- | |
ι λιθίνηι καὶ στῆσαι ἐν [ἀ]κροπόλε- | |
ι, εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης | |
30 | δοῦναι τὸν ταμίαν τοῦ δήμου ΔΔΔ δ- |
ραχμὰς ἐκ τῶν κοινῶν χρημάτων, ὅπ- | |
ως ἂν τετιμημένος ὑπὸ τοῦ δήμου [π]- | |
ράττει καὶ ὑπὲρ τῶν ἱππέων τῶν αἰ- | |
χμαλώτων ὡς ἂν ὑπὲρ πολιτῶν ὅτι ἂ- | |
35 | ν ὑπολαμβάνει συμφέρ<ε>ιν αὐτοῖς ε- |
ἰς σωτηρίαν. | |
pars superior coronae |