[ ] Bith. — Kios (Gemlik): Yeniköy — late Rom. Imp. period — IK 10,1 Nikaia 766
1 Αὐ̣ρ̣ή̣λ(ια) Λονγεῖνα Ῥούφου ζῶσα ἑαυτῇ καὶ
τῷ ἑαυτῆς ἀνδρὶ Σεκούνδῳ ζήσαντι
ἔτη οʹ τόδε μνημῖον κατεσκεύασα μετὰ
τῶν ἑαυτῆς τέκνων Αὐρ. Πολυχρονίου καὶ
5 Σεκούνδου καὶ Ἀσκληπιοδότου· μετὰ δὲ τὸ
κατατεθῆναι ἡμᾶς τοὺς προγεγραμμένους καὶ
τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν εἴ τις
δὲ αἵτερον {²⁶ἕτερον}²⁶ θελήσει πτῶμα αἰπενθᾶψαι {²⁶ἐπενθᾶψαι}²⁶,
δώσι τῷ εἱερωτάτῳ ταμίῳ προστείμου (δην.) ͵β.
10 καὶ τῇ λαπροτάτῃ Κειανῷ πόλει προσ-
τειμου (δην.) ͵α.
Search Help
Contact Us