[ ] Bith. — Kios (Gemlik) — late Hellenistic-early Rom. Imp. period
1           ἀγαθῆι τύχηι.
οὐρανίων πάντων βασιλεῦ, χαῖρε, ἄφθιτ’ Ἄνουβι.
σός τε πατὴρ χρυσοστέφανος πολύσεμνος Ὄσειρις,
αὐτὸς Ζεὺς Κρονίδης, αὐτὸς μέγας ὄβριμος Ἄμμων,
5 κοίρανος ἀθανάτων, προτετίμηταί σε Σάραπις·
σή τε μάκαιρα θεὰ μήτηρ πολυώνυμος Ἶσις,
ἣν τέκεν Οὐρανὸς Εὐφρονίδης ἐπὶ κύμασι πόντου
μαρμαρέοις, θρέψεν δ’ Ἔρεβος φῶς πᾶσι βροτοῖσι,
πρεσβίστην μακάρων ἐν Ὀλύμπῳ σκῆπτρον ἔχουσαν,
10 καὶ γαίης πάσης καὶ πόντου δῖαν ἄνασσαν,
πανδε[ρκ]ῆ· μεγάλων [δ’ ἀγα]θ[ῶ]ν [κ]ρ̣άν̣τειρα βροτοῖσιν.
Search Help