[ ] Bith. — Kios (Gemlik) — ca. 360 BC
1 [ἐπὶ — — —]νίου φρουροῦ, Ληναιῶνος εἰκάδι,
[ἐν κυρίαι] ἐκκλησίαι, Κόνων ἐπρυτάνευε, γνώμη
[τῶν ἀρχόν]των καὶ τῶν στρατηγῶν· Ἀθηνόδωρον
[ἐπαινέσαι τὸν Ἀθ]ηναῖον, ἄνδρα ἀγαθὸν γενόμενον
5 [περὶ τὴν πόλ]ιν τὴν Κιανῶν καὶ εὐεργέτην· στῆσαι
[δ’ αὐτοῦ εἰκό]να χαλκῆν, δεδόσθαι δὲ αὐτῶι καὶ ἐγγόνοις
[προεδρίαν κ]αὶ ἀτέλειαν πάντων καὶ εἴσπλουν καὶ ἔ<κ>πλουν
[ἀσυλεὶ καὶ ἀσ]πονδεὶ καὶ ἐν εἰρήνηι καὶ ἐν πολέμωι·
[ἐὰν δὲ τις ἀδ]ικῆι Ἀθηνόδωρον ἢ τοὺς ἐγγόνους τοὺς
10 [Ἀθηνοδώρ]ου, βοιηθεῖν αὐτοῖς Κιανοὺς παντὶ σθένει
[κατὰ τὸ δυ]νατόν, καὶ τα[χυδρ]α̣μοῦσι αὐτοῖς ἄμεινον εἶναι.
Search Help
Contact Us