[ ] Bith. — Strobilos (Çiftlikköy) — Rom. Imp. period
1 [ἀγαθῇ τ]ύ̣χ̣[ῃ]·
[ἐ]π̣ε̣ιδὴ Ἀπολλόδωρος Χαι-
ρέου εὐεργέτης διὰ βίου
τοῦ δήμου τοῦ Στροβει-
5 λειτῶν ἀντὶ τούτου ἐψη-
φίσατο ὁ δῆμος ἀναστῆ-
σαι αὐτοῦ τελαμῶνα λευ-
κῶ λίθω καὶ στεφάνοις αὐτοῦ
τε καὶ τῆς γυναικὸς αὐτοῦ
10 Μοσχείνας καὶ τῶν τέκνων
εὐνοίας {²vac.}² χάριν·
ἐπιμεληθέντων τῆς ἀνα̣[σ]-
τάσεως τοῦ τελαμῶνος
τοῦ ἱερέος Μηνίου καὶ Δη-
15 μητρίου Διοπόμπου καὶ
       τοῦ συνευθύνου
       Ἀπολλωνίου
       Μηνοδότου.
Search Help
Contact Us