1 | Ἀσκληπιάδης Γλαύκου Μυσὸς ἐπόησεν. |
Πατροκλείδης Ἀττάλου | |
Ἀσκληπιάδην τὸν γαμ̣β̣ρ̣ὸ̣ν̣ κα̣[ὶ] | |
Στρατονίκην τὴν ἀδελ̣φ̣ὴ̣ν̣ | |
5 | φιλοστοργίας ἕνεκεν τῆς πρ[ὸς αὐ]- |
τούς. {²vac.}² χαίρετ[ε] | |
6a | {²vacat}² |
7 | οὐ̣ [γ]ήρᾳ [․․․․․] λε̣ί̣π̣ω̣ β̣ίον, ἀλλ’ ὑπὸ νούσου |
ἀρτιθ[αλὴς στυ]γερὸν πορθμὸν ἔβαν νεκύω[ν], | |
[τὰν γ]ε̣νεὰν εὔδοξος ἐν Ἀσίδι καὶ νόον ἐσθλά, | |
10 | ὦ ξένε, [καὶ κά(?)]λλους πουλὺ λαχοῦσα μ̣[έρος]· |
[ο]ὔ̣ν̣ο̣[μά μοι Σ]τρατονίκα, ἀπ’ ἀρτιγόνοιο δὲ Μ̣[— — —] | |
[τ]ρεῖς ἀ̣[τ]αλὰς ἔλιπον δώμασι θυγατέρας | |
[—]Δ̣Ι̣Λ̣Ι̣Δ αὐθαίμοιο νέαν φρένα Πατροκλείδα̣, | |
τ̣ῶ̣ι̣ στυγερὸν πένθος λείπεθ’ ὑπ’ ἀε[λίωι], | |
15 | [α]ὐ̣τοκασιγνάτωι, τοῦ ἐγὼ πόθου οὐδ’ Ἀίδαο |
λάσομαι ἐν σκοτίοις κεύθεσι κεκλιμέν[α]· | |
τοὔνεκ’ ἐμᾶς φιλίας μεμναμένος εὔξοον ἔν[θα] | |
στάλαν καὶ τύμβον τεῦξεν ἀριπρεπέα. |
SEG
41:1037